Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.801
Not analysed yet
ρον ᾄσει προκόπτων καὶ τελειούμενος. Τίνι δὲ ᾄσει; τῷ εὐεργέτῃ δηλονότι τῷ πλάσαντι καὶ ἀναπλάσαντι. Καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου. (C f. 24.) Μακάριος ὃς ψάλλει τῷ πνεύματι καὶ τῷ νοῒ, εἰδὼς ᾧ ψάλλει, καὶ τοῖς ἔργοις συνιστῶν ὡς ἐπίσταται. Ὁ γὰρ οὗτος ψάλλων, τὸν οὐρανὸν τέμνει, τὰς νεφέλας ὑπερβαίνει, καὶ τῷ Ὑψίστῳ, οὗ τῷ ὀνόματι μελῳδεῖ, παρίσταται μηδενὸς ἐμποδίζοντος. ΨΑΛΜΟΣ ΙΓʹ. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. (A f. 82 b) Κορυφὴ τοῦτο πάσης πονηρίας ἐστί. Τὸ γὰρ οἴεσθαι μὴ εἶναι Θεὸν, ἀλλ' ἀπὸ ταυτομάτου γεγενῆσθαι τὸ πᾶν, ἀρχὴ πάσης ἀκολασίας καὶ παρανόμου καθέστηκε πράξεως. Δηλοῖ οὗν ὁ λόγος ὡς εἰς τοσοῦτον ἀσεβείας τὸ γένος ἐλήλακεν, ὡς μηδὲ Θεὸν ἐφιστάνειν τοῖς οὖσιν, ἀλλ' ἡγεῖσθαι τὸν σύμπαντα τοῦτον κόσμον, τυχαίαν καὶ αὐτόματον εἰληφέναι τὴν σύστασιν. Τί δέ ἐστιν, «Εἶπεν ἐν καρδίᾳ;» Ἐπειδὴ τῶν λόγων ὁ μὲν ἔστι προφορικὸς, ὁ δὲ ἐνδιάθετος, οὐ περὶ τοῦ προφορικοῦ λόγου φησὶν ὁ προφήτης, ἀλλὰ περὶ τῆς ἐν τῇ ψυχῇ δόξης. Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ, τουτέστιν ἐλογίσατο ὅτι οὐκ ἔστι Θεός. Καὶ πᾶς δὲ ὁ ἀνέδην ἁμαρτάνων, δι' ὧν ὁρᾶται καταφρονῶν, κἂν εἰ μὴ λέγοι φωναῖς, ἀλλ' ἔργοις αὐτοῖς καὶ τῇ τοῦ βίου σκαιότητι μονονουχὶ διακέκραγε τὸ, «Οὐκ ἔστι Θεός.» Οἱ γὰρ οὕτως ζῇν εἰωθότες ὡς μὴ ἐφορῶντος Θεοῦ, πάντα τε δρῶντες ἀπερισκέπτως, ἔργοις αὐτοῖς καὶ πράγμασιν ἀρνοῦνται Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα. (A f. 83 b.) Νοήσεις δὲ ταῦτα καὶ ἐπὶ τῶν ἐθνῶν· ἡ γὰρ ἀπὸ γῆς σὰρξ, τὸν τῆς ἁμαρτίας ἐν αὐτῇ κατηῤῥώστησε νόμον, καὶ ὁ ἀνθρώπινος νοῦς, εὐπαράφορος λίαν εἰς τὸ ἐκνεῦσαι ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος κατὰ τὸ γεγραμμένον. Δικαίως οὖν ὁ ἱερὸς ἐπιστυγνάζει λόγος ἡμῖν· «Πάντες γὰρ, φησὶν, ἐξέκλιναν.» Δέον γὰρ τὴν εὐθεῖαν τραπέσθαι, καὶ ἀπὸ τῆς τῶν κτισμάτων καλλονῆς τε καὶ τάξεως ἀναλόγως τὸν γενεσιουργὸν κατιδεῖν, καὶ διὰ τῶν προφητικῶν φωνῶν ὁδηγηθῆναι πρὸς τὴν ἀλήθειαν, τοῦτο μὲν οὐ γέγονεν· εἰς μυρίας δὲ πλάνης καὶ ἀπωλείας ὁδοὺς ἐξετράπησαν, καὶ τοῖς ἔργοις τῆς αἰσχύνης ἠχρειώθησαν, καὶ οὐδεὶς ἦν ὁ ποιῶν τὸ ἀγαθόν. Τάφος ἀνεῳγμένος λάρυγξ αὐτῶν, κ. τ. λ. (K f. 43 b.) Διόδωρος, καὶ Θεόδωρος, καὶ Κύριλλος, καὶ Δίδυμος, «Τάφος ἀνεῳγμένος,» κ. τ. λ. usque «Ἐν ταῖς ὁδοῖς αὐτῶν.» Ἐν δὲ τῷ Ἐξαπλῷ ταῦτα οὐχ εὕρηται.