Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.808
Not analysed yet
φυλαχθῆναι δὲ ταύτην αἰτεῖ εἰκότως· καὶ εἰς τὸ αὐτοῦ πρόσωπον ἀναφέροιτ' ἂν ἡ Ἐκκλησία καὶ ἡ φυλακή. Τίθησι δὲ καὶ τὴν αἰτίαν τοῦ δεῖν αὐτὸν φυλάττεσθαι· Διὰ τοῦτο γὰρ, φησὶν, ὦ Πάτερ, αἰτῶ παρὰ σοῦ φυλαχθῆναι, διότι ἐπὶ σοὶ ἤλπισα· ἐμαυτὸν δὲ λέγων, τὴν Ἐκκλησίαν λέγει. Εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. (A f. 88. b.) Καὶ ἐν τῷ Εὐαγγελίῳ ἔλεγεν· «Ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Καὶ νῦν ὡς φύσει γενόμενος ἄνθρωπος, Κύριον ἑαυτοῦ τὸν Πατέρα καλεῖ. Προσθεὶς δὲ, «Ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις,» τῆς νομικῆς λατρείας ἔδειξε τὸ ἀνόνητον. Ἀγαθὰ γὰρ ἐνταῦθα, τὰς κατὰ νόμον προσφερομένας θυσίας ὠνόμασεν, ἃς οὐ παραδεχόμενος φαίνεται· τὸ γὰρ τῆς πίστεως ῥῆμα ἐκείνας ἀναιρεῖ. «Μὴ φάγομαι κρέα ταύρων, καὶ αἷμα τράγων πίομαι;» Καὶ πάλιν· «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι.» Ὅρα δὲ ὅτι Θεοῦ μόνου τὸ ἀνενδεές· οἱ δὲ ἄλλοι λεγόμενοι κύριοι, χρῄζουσιν ὧν προσάγουσιν αὐτοῖς οἱ ὑπ' αὐτοὺς, οἷον τῆς τῶν οἰκετῶν γεωργίας, τῆς οἰκοδομῆς, καὶ τῶν ἄλλων. Τοῦτο οὖν καὶ ὁ Χριστὸς τεκμήριον τίθησι τοῦ ἀληθῶς Κύριον εἶναι τὸν Πατέρα, ὅτι οὐ χρῄζει τῶν ἀγαθῶν τῶν προσαγομένων παρ' αὐτοῦ, τουτέστι παρὰ τῆς σαρκὸς αὐτοῦ τῆς Ἐκκλησίας. Καὶ μέν τοι κἂν προσεύχηται ὁ Υἱὸς, κἂν δακρύῃ, κἂν παρακαλῇ, οὐκ ἔχει ὁ Πατὴρ χρείαν τῶν τοιούτων ἀγαθῶν· εἰδὼς γὰρ πάντα, οὔτε προσευχῆς δέεται, οὔτε λόγων χρῄζει προφητικῶν. Τοῖς ἁγίοις τοῖς ἐν γῇ αὐτοῦ.» (C f. 26. b.) Ἁγίους εἶναί φησι τοὺς ἡγιασμένους ἐν πνεύματι· γῆν δὲ τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν. Τὸ δὲ ἐθαυμάστωσεν, ἀντὶ τοῦ ἔδειξεν ἢ ἐδόξασεν τέθειται. Τὸ δὲ αὐτοῦ, τὸν Πατέρα σημαίνει· ἵνα ᾖ τὸ ὅλαν οὕτω, τοῖς ἡγιασμένοις ἐν πίστει γνωστὸν ἐποίησε τὸ θέλημα τοῦ Πατρός. Διὸ καὶ καλεῖται μεγάλης βουλῆς Ἄγγελος. Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν. (C f. 26. b.) Τῶν ἐθνῶν δηλονότι. Μήπω τῆς ἀληθείας φανερωθείσης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπληθύνθησαν αἱ ἁμαρτίαι καὶ τὰ πάθη. Μετὰ ταῦτα, φανερωθείσης τῆς σωτηρίας, ἐτάχυναν εἰς γνῶσιν, καὶ τῶν κακῶν ἀθέτησιν. (L f. 59 b.) . Τινὲς δὲ τὰς ποικίλας τῶν ἐθνῶν εἰδωλολατρείας καὶ ἀσθενείας ἐδήλωσαν, ἐξ ὧν οἱ μεταβάλλοντες ἅγιοι γεγόνασι τοῦ Θεοῦ· περὶ ὧν ἔφη «τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ,» οἳ καὶ ταχέως ἀπέστη-