Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.809
Not analysed yet
σαν τῶν εἰδώλων, ἢ τῶν διαπονημάτων. ἣ τῶν ἀσθενειῶν αὐτῶν τῶν πρὸ τῆς πίστεως, θαυμαστωθέντων τῶν τοῦ Σωτῆρος ἐν αὐτοῖς θελημάτων. Οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων. (B f. 52.) Εἰ μέν τις βούλοιτο νοεῖν ταῦτα ὡς ἐπὶ τῶν Ἰουδαίων, ἀποφαντικῶς ἀναγνωστέον τοὺς στίχους, οἷον ἐναργῶς διαγορεύοντος τοῦ Θεοῦ τὰς αἰτίας τῆς ἀποβολῆς τοῦ Ἰσραήλ. Οὐκ ἂν συνάξαιμι, φησὶν, τὰς συναγωγὰς αὐτῶν, ἀλλ' οὐδ' ἂν μνησθείην ἔτι αὐτῶν τῶν ὀνομάτων διὰ χειλέων μου. Καὶ διὰ ποίαν αἰτίαν; Ἐξ αἱμάτων, φησὶν, τουτέστιν διὰ τὸ πλείστοις αὐτοὺς αἵμασιν ἐνησχολῆσθαι καὶ φόνοις. Εἰ δέ τις λέγοι καὶ περὶ ἐθνῶν χρῆναι νοεῖν αὐτὸν, ἐκδέξαι κατὰ τοιόνδε τινὰ τρόπον. Ἐπειδὴ γὰρ ἐτάχυναν περὶ τὴν πίστιν, φησὶ, καὶ ἀμελ[λ]ητὶ παρεδέξαντο τὸν ἐπιλάμψαντα Κύριον, καὶ πρὸς τὸ θεῖον αὐτοῦ δεδραμήκασι φῶς, οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν; Ἀναγνωστέον δὲ ὡς ἐν ἐρωτήσει καὶ ὑποστιγμῇ· Ἀλλὰ ναὶ συνάξω, φησὶν, ἐξ αἱμάτων· τουτέστιν, ἐπειδὴ πάντες ἀνῄρηνται, καὶ τὰ πολλὰ αὐτῶν ἐξεχύθη αἵματα, κομίζοντος εἰς ἀπώλειαν τοῦ Σατανᾶ, καὶ τῆς τῶν δαιμονίων ἀγέλης ὀλέθρου οὔσης αὐτοῖς. Δηλοῖ δὲ τὸ αἷμα τὴν ἀναίρεσιν, ἤγουν τὴν ἀπώλειαν ἣν ὑπέστησαν αὐτοὶ, διὰ τὸ μὴ εἰδέναι τὸν τῶν ὄλων Δημιουργόν. Καταφέρεσθαι δὲ ἀγέλη[ν] δεῖ εἰς τὸν ᾅδην. Οὕτω γὰρ γέγραπται περὶ αὐτῶν καὶ τοῦ Σατανᾶ· «Ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη·» καὶ τὸ, «Ὡς πρόβατα ἐν ᾄδῃ ἔθεντο· θάνατος ποιμανεῖ αὐτούς.» Αὐτὸς γὰρ ἦν ὁ θάνατος, τουτέστιν ὁ θανάτου πρόξενος Σατανᾶς καταποιμένων αὐτοὺς, καὶ ὥσπερ ἔν τισι σηκοῖς κατακλεῖ[ω] τοῖς ᾅδου μυχοῖς. Ἐπειδὴ τοίνυν, φησὶ, πολλὰ γέγονεν αὐτῶν τὰ αἵματα, καὶ ὅτι ἐτάχυναν εἰς πίστιν, οὐκ ἂν εἰκότως ἐλεήσας συνάξαιμι τὰς συναγωγὰς αὐτῶν; (A f. 89.) Ὁ μέντοι θεῖος Κύριλλος ἐν ἐρωτήσει τοὺς στίχους ἀναγινώσκεσθαι βούλεται. Ἐπειδὴ γὰρ, φησὶν, οἱ ἐξ ἐθνῶν κεκλημένοι περὶ τὴν πίστιν ἐτάχυναν, ἆρά γε οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν; Τὸ δὲ ἐξ αἱμάτων ἀντὶ τοῦ, Ἐπειδὴ πάντες ἀνῄρηνται, etc. ut supra. (C. f. 26 b.) Ἢ κατὰ τὸν Ἀκύλαν· «Οὐ σπείσω σπονδὰς αὐτῶν ἐξ αἱμάτων.» Πάλαι μὲν ἔσπενδον οἱ Ἰουδαῖοι κατὰ τὸν νόμον Θεῷ, Ἕλληνες δὲ τοῖς εἰδώλοις. Ἐγὼ δὲ παραδώσω καινὰ μυστήρια πᾶσι καὶ θυσίαν ἀναίμακτον, μηκέτι δεχόμενος τὰς κατὰ νόμον σπονδάς. [Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου. Ποτήριον δὲ τὴν δοθεῖσαν αὐτῷ κληρονομίαν παρὰ τοῦ Πατρὸς ὀνομάζει, ὡς εὐφραίνειν αὐτὸν δυναμένην, οὐκ οὔσης τοιαύτης τῆς πάλαι, τουτέστιν τοῦ Ἰσραὴλ, στυγητῆς δὲ μᾶλλον καὶ ἀπηχθημένης. Ὡς εὐφραινούσης τοίνυν αὐτὸν τῆς Ἐκκλησίας ποτήριον ὀνομάζει. Ἔφη γάρ που πρὸς αὐτὸ Ἡσαΐας· «Καὶ ὡς εὐφραίνεται νεανίσκος ἐπὶ παρθένῳ, οὕτως εὐφραίνεται Κύριος ἐπὶ σοί.»]