Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.812
Not analysed yet
Σχοινία ἐπέπεσέ μοι ἐν τοῖς κρατίστοις μου. (C f. 27.) Σχοινίον μέτρον ἐστὶν, ὡς γέγραπται ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ τὸ, «Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ πνεῦμα.» Ἢ τάχα τὸ μέτρον οὐ πρὸς τὴν γνῶσιν αὐτὴν ὀνομάζεται, ἀλλ' ὡς πρὸς τὸν ὑποδεχόμενον αὐτὴν, τῷ μὴ εἶναι αὐτὸν γνώσεως μείζονος δεκτικόν. Καὶ γὰρ ὁ αὐτὸς μὲν ὑετός ἐστι, μετρεῖται δὲ ἐν τοῖς ὑποδεχομένοις ἀγγείοις. Ἡ κληρονομία μου κρατίστη. (A f. 89 b.) Ἡ μὲν πρώτη κληρονομία, τουτέστιν ὁ Ἰσραὴλ, οὐ κρατίστη ἧν ἀλλὰ καὶ θεοστυγὴς μᾶλλον. Ἀγάπης δὲ σχοινίοις καὶ ἐντονωτάτῃ διαθέσει Χριστῷ συνῆπται, κλῆρος ὥσπερ ἐξαίρετος, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ἣν καὶ κρατίστην εἰκότως ἀποκαλεῖ· ἔνεστι γὰρ αὐτῇ πολὺ τὸ εὐπειθὲς καὶ εὐήνιον, καὶ κάλλος ἐκλάμπει τὸ νοητὸν, διὰ πάσης ἀρετῆς κοσμούμενον. Ἢ τάχα τὰ σχοινία, οὐ τοὺς δεσμοὺς τῆς ἀγάπης δηλοῖ, ἀλλ' ἐκ μεταφορᾶς τῶν γεωμετρούντων εἴρηται· ὅτι Σχοινίοις ὁ Πατὴρ τὴν κληρονομίαν μοι διεμέτρησε, καὶ ὁροθεσίοις περιέλαβε καὶ κύκλῳ περιετείχισε καὶ κατησφαλίσατο, ὥστε μηκέτι τὴν κρατίστην παρ' ἐμοὶ καὶ πατρῴαν διαρπαγῇ κληρονομίαν, εἰς ἣν ἔπεσέ μοι τὰ τῆς κληροδοσίας σχοινία, τουτέστιν ἥτις ἐκληρώθη μοι. (K f. 59. b.) Κληρονομία ἐστὶ φύσεως λογικῆς, ἢ θεωρία τῶν γεγονότων καὶ γενησομένων αἰώνων· κληρονομία δὲ Χριστοῦ ἐστιν ἡ γνῶσις ἐκ τοῦ Θεοῦ. Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός. (A f. 90). Τοῦτο ὅμοιον τῷ εὐαγγελικῷ ἐκείνῳ ῥητῷ τῷ λέγοντι· «Οὐκ εἰμὶ μόνος, ὅτι ὁ Πατήρ μου μετ' ἐμοῦ ἐστι.» Καθ' ὃ μὲν οὖν νοεῖται Θεὸς ὁ Χριστὸς, αὐτός ἐστιν ὁ πάντα στηρίζων καὶ ἀνέχων· καθ' ὃ δὲ γέγονεν ἄνθρωπος, πρέποι ἂν αὐτῷ καὶ τὸ λέγειν ἐκ δεξιῶν ἐσχηκέναι τὸν Κύριον, ἵνα μὴ σαλευθῇ. Συμπλάττεται γὰρ αὐτοῦ τοῖς τῆς ἀνθρωπότητος μέτροις, καὶ τὸ τῇ κενώσει πρέπον οὐκ αἰσχύνεται διὰ τὴν οἰκονομίαν. Προσεδεχόμην οὖν, φησὶν, ὅτι ὁ Πατήρ μου βοηθεῖ καὶ οὐκ ἐᾷ περιτραπῆναι. Τὸ, «Ἐκ δεξιῶν μου ἐστὶν,» εἶπεν ἀντὶ τοῦ, Βοηθεῖ μοι, ἀπὸ τοῦ δεξιοῦ καὶ κρείττονος τὴν βοήθειαν καλέσας. Σὺ δέ μοι ὅρα ὅπως γέγονεν ἡ φύσις ἡμῶν εὐδόκιμος ἐν Χριστῷ· προσηνέχθημεν εἰς πρόσωπον τοῦ Πατρὸς οἱ ἐκβεβλημένοι διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ ἐσχήκαμεν αὐτὸν ἐπαμύνοντα καὶ στηρίζοντα. Ἔχοιμεν οὖν καὶ ἡμεῖς ἀεὶ τὸν Θεὸν πρὸ ὀφθαλμῶν, καὶ ὡς παρόντος καὶ βοηθοῦντος, οὕτω διανοώμεθα, ἵνα μὴ μετακινηθῶμεν ἀπὸ τοῦ καθήκοντος· ἀλλὰ παυθείη μὲν ὁ ἀπὸ τῶν δεξιῶν ἡμῖν ἀντικείμενος διάβολος· μὴ δεχοίμεθα δὲ τὴν ἀρὰν, ἣν Ἰούδας λαμβάνει