Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.817
Not analysed yet
ἀλλ' ὁ Θεὸς φρουρήσει τὰς καρδίας ἡμῶν καὶ τὰ νοήματα ἡμῶν, ὡς διά τινων πτερύγων συμφυῶν αὐτῷ καὶ ὁμοουσίων, τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ καὶ τοῦ ζωοποιοῦ καὶ ἁγίου Πνεύματος. Ἐκβαλόντες με νυνὶ, περιεκύκλωσάν με. (C f. 29 b.) Καὶ τίνος ἡμᾶς ἐκβάλλουσιν, ὅταν κυκλῶσαι καὶ συλλαβέσθαι βούλονται; Τοῦ νόμου πάντως καὶ τῶν ἐντολῶν· ὃς ἀντὶ τείχους καὶ πόλεως ἰσχυρᾶς ὑπάρχει τοῖς νήφουσι· περὶ ἧς εὑρήσεις τὸν προφήτην φθεγξάμενον. «Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς;» Μὴ τοίνυν ποτὲ ἐκ ταύτης ἀπατηθέντες ἐκπέσωμεν, μήποτε ὑπὸ τὰς χεῖρας τῶν πολεμίων γενώμεθα. (A f. 95.) Καὶ οἱ πολεμοῦντες δὲ τοῖς ἁγίοις, οὐδὲν ἄλλο ἑώρων, ἤγουν ἐνενόουν, πλὴν αὐτὸ δὴ τοῦτο καὶ μόνον, τὸ ἐκβαλεῖν τοὺς ἁγίους ἀπὸ τῶν ἀγαθῶν σπουδασμάτων, καὶ ἐκκλῖναι αὐτοὺς καὶ ἐκτρέψαι τῆς κατὰ Θεὸν ὁδοῦ. Ποῦ δὲ βούλονται οἱ ἐχθροὶ ἀποστῆσαι τοὺς ἁγίους τῆς φιλοθεΐας; Ἐν τῇ γῇ, τουτέστιν ἕως ζῶσι, καὶ τὸν ἐπίγειον χῶρον τοῦτον οἰκοῦσιν οἱ ἅγιοι. Μετὰ γὰρ τὴν ἐντεῦθεν ἐκδημίαν, ἐπηρεάζειν οἱ πολεμοῦντες οὐ δύνανται. Λέγουσι μέντοι οἱ ἅγιοι, πάντα τρόπον ἐπιβουλῆς ὑπομένοντες· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;» Ἐξέβαλον καὶ τὸν Κύριον Ἰουδαῖοι ἔξω τῆς πόλεως καὶ περιεκύκλωσαν, καὶ μέντοι καὶ ἐσκόπουν πῶς αὐτὸν ἀπολέσωσι, καὶ εἰς γῆν καταστρέψωσι· καὶ σκοποῦντες εὗρον ἀρέσκοντα αὐτοῖς τὸν διὰ σταυροῦ ἀτιμότατον θάνατον. Ὑπέλαβόν με ὠσεὶ λέων ἔτοιμος εἰς θήραν. (C f. 29 b.) Φοβερὰν ἡμῖν τὴν ἐπιβουλὴν τῶν δαιμόνων ὑποτίθεται· τί γὰρ λέοντος ἁρπακτικώτερον ἢ φονικώτερον; Οὕτως τοίνυν ἡμῖν οἱ ἀόρατοι ἐχθροὶ μετὰ τὴν θήραν κέχρηνται. Ἀλλ' ὅταν ἀντιστῶμεν ἡμεῖς τῷ Πέτρῳ πειθόμενοι· «Νήψατε, φησὶ, γρηγορήσατε, ὅτι ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ, ζητῶν τίνα καταπίει·» ᾧ ἐὰν ἀντιστῆτε τῇ πίστει, παραχρῆμα ταπεινοῦται, καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις. Διὰ δειλίαν εὑρίσκονται [οἱ δαίμονες,] φοβούμενοι μὲν ὡς ἰσχυροῖς ἐπελθεῖν, καιρὸν δὲ ὅμως ζητοῦντες· τούτου γὰρ χάριν κρύπτονται. [Ἰστέον γε μὴν, ὅτι καὶ ἐμφανῶς ἐπιπηδᾷ διὰ τῶν οἰκείων ὑπασπιστῶν ὁ παγχάλεπος λέων, τουτέστιν ὁ Σατανᾶς· ὁ αὐτὸς δὲ καὶ ὡς σκύμνος κρύπτεται· ἀρτύει γὰρ λεληθότως ἐπιβουλάς. Περιθείη δ' ἄν τις τὰ τοιάδε καὶ τοῖς αὐτοῦ τέκνοις· φρονοῦσι γὰρ τὰ αὐτά.] Ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου. (C f. 30.) Ῥομφαίαν αὐτοῦ Θεοῦ, καλεῖ τὸν δίκαιον, μαχαίρας δίκην τὰς τῶν δαιμόνων παρατάξεις τέμνοντα. Δικαίου γὰρ ψυχὴ, ἁμαρτίας ἀναίρεσις·