Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.820
Not analysed yet
δικαίου ζωὴ, θάνατος ἡδονῶν. Καὶ διὰ τοῦτο ῥυσθῆναι αὐτὴν ἀπὸ ἀσεβοῦς καὶ χειρὸς ἐχθρῶν, τουτέστι τοῦ διαβόλου καὶ τῶν δαιμόνων, ὡς σφόδρα παρὰ πάντων ἐπιβουλευόμενος προσεύχεται. Ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς, καὶ ὑποσκέλισον αὐτούς. (B f. 58.) Τὸ μὲν πρόφθασον δηλοῖ τὸ, Μὴ ἐπιτρέψῃς εἰς πέρας αὐτοῖς ἐκβῆναι τὸ σπουδαζόμενον· προλαβὼν δὲ τὸν ἐμὸν κίνδυνον, τὸ τέλος ἀχρεῖον αὐτῶν ἀποφῆναι τὴν σκαιότητα. Τὸ δ' ὑποσκέλισον, ἀντὶ τοῦ, Μὴ εὐοδώσῃς τρέχοντας κατ' ἐμοῦ· πιπτέτωσαν δὲ μᾶλλον ὡς ὑπαντῶντός τινος, καὶ τὸν πανχάλεπον αὐτῶν ἀνακόπτων δρόμον. [Κύριε, ἀπ' ὀλίγων ἀπὸ γῆς. Ὀλίγους, ὥσγε οἶμαι, φησὶν τοὺς ἐξειλεγμένους ἐν τούτοις, δῆλον δὲ ὅτι τοὺς ἁγίους, καὶ τὸν ἀπόβλεπτον παρὰ Χριστοῦ λαχόντας κλῆρον. Καὶ αὐτὸς δέ φησιν ὁ Σωτήρ· «Πολλοὶ μὲν οἱ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.» —»Διαμέρισον τοίνυν αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν.» Ἀποδίελε, φησὶ, τῶν ἁγίων, καὶ ἀπόστησον τῶν ἱερωτάτων τοὺς πονηρούς· πρέπει γὰρ τοῦτο τῇ ζωῇ αὐτῶν. Τοῖς γὰρ ἀποσειομένοις τὸν ἐπὶ Θεῷ ζυγὸν, καὶ ἀπηνῆ τοῖς αὐτοῦ θεσπίσμασιν ἀντανατείνουσι τὸν αὐχένα, πῶς ἂν δοθείη κλῆρος ἢ μερὶς μετὰ τῶν εὐήνιον ἐχόντων τὸν νοῦν, καὶ ὅπερ ἂν βούλοιντο πρὸς τοῦτο μάλιστα ἐσπουδακόσιν;] ΨΑΛΜΟΣ ΙΖʹ. Εἰς τὸ τέλος, τῷ παιδὶ Κυρίου τῷ Δαβίδ· ἐλάλησε τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης, κ. τ. λ. (A f. 97 b.) Τὸ δὲ ἀληθὲς καὶ μυστικὸν, οἱ πιστεύσαντες εἰς Χριστὸν τὸν ἐκ σπέρματος Δαβὶδ γεγονότα, καὶ σὺν αὐτῷ υἱοὶ τοῦ Δαβὶδ χρηματίσαντες, οὗτοι τῷ Χριστῷ τὴν ᾠδὴν ταύτην ἀνακομίζουσιν, ὡς ἐκ πάντων ἐχθρῶν ῥυσθέντες, καὶ ἐκ τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, ὃν τῆς καθ' ἡμῶν τυραννίδος ἐξέβαλεν ὁ Υἱὸς, καθ' ἃ καὶ πάλαι Θεὸς τὸν Σαοὺλ ἀπώσατο τοῦ βασιλεύειν ἐπὶ τὸν Ἰσραήλ. Εἰσφέρεται δὲ ἐν τῷ ψαλμῷ, ποτὲ μὲν τὸ πρόσωπον τῶν πιστευσάντων, ποτὲ δὲ τὸ τοῦ Χριστοῦ, ταῖς ἀνθρωπίναις κεχρημένον φωναῖς. Ταύτῃτοι καὶ Εἰς τὸ τέλος ἡ ἐπιγραφή. Περιέχει γὰρ ὁ ψαλμὸς τὴν κάθοδον τοῦ Μονογενοῦς, τὴν ἀνάληψιν, τὴν κατὰ τῶν δαιμόνων νίκην, τοῦ Ἰσραὴλ τὴν ἐκβολὴν, καὶ τῶν ἐθνῶν τὴν κλῆσιν, ἅτινα πάντα ἐν τῷ τέλει τῶν αἰώνων ἐγένετο, ὅτε ὁ Μονογενὴς ἐνηνθρώπησεν. Εἴημεν καὶ ἡμεῖς παῖδες Κυρίῳ, ὅ ἐστι δοῦλοι· καὶ ὡς ἐν ἡμέρᾳ τῇ ἀρετῇ καὶ τοῖς ἔργοις τοῦ φωτὸς εὐσχημόνως περιπατοῦντες, ῥυσθείημεν ἐκ πάντων τῶν ἐχθρῶν, μάλιστα δὲ τῆς χειρὸς τοῦ Σαοὺλ, τουτέστι τῆς πράξεως καὶ τῆς ἐνεργείας τοῦ Σατανᾶ. Ἡ γὰρ χεὶρ, πράξεως σύμβολον· καὶ εἰς τὸ τέλος τῆς νίκης ἐλθόντες, εὐχαριστεῖν ἀξιωθείημεν τῷ νικοποιῷ Χριστῷ.