Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.848
Not analysed yet
ἁπάντων τῶν συνειλεγμένων ἐν πίστει πρὸς ἐνότητα πνευματικήν. Καὶ ἀπευθύνεσθαι ζητεῖ παρὰ τοῦ καλέσαντος Θεοῦ πρὸς τὴν τοῦ χρησίμου τε καὶ ἀναγκαίου θήραν, καὶ καθυπισχνεῖται τὸ γνήσιον. Ἄκουε γὰρ οἷα, μετὰ τὸ ἐπιστρέψαι ἐκ πλάνης, χορὸς εἷς οἱ πάντες γενόμενοι λέγουσι. Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου [δίδαξόν με]. (A f. 135 b) «Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.» Οἱ γὰρ πάλαι τὰς τοῦ διαβόλου τρέχοντες ὁδοὺς, νῦν τὰς ὁδοὺς τοῦ Κυρίου περιεργάζοντες, τουτέστι τὰ εὐαγγελικὰ θεσπίσματα, καὶ τοὺς τρόπους τῆς ἁγιοπρεποῦς πολιτείας· αὗται γάρ εἰσιν αἱ τρίβοι τοῦ Κυρίου. Καὶ ὁ μὲν νόμος σκιὰν ἔχει καὶ μόρφωσιν τῆς ἀληθείας· τὸ δὲ Εὐαγγέλιον, αὐτή ἐστιν ἡ ἀλήθεια, εἰς ἣν ὁδηγεῖσθαι παρακαλοῦσιν ὑπὸ Θεοῦ. Καὶ ὁ Χριστὸς δὲ ἀλήθειά ἐστι, καὶ φέρει ἐπ' αὐτὸν ὁ Πατὴρ τοὺς ἐπιζητοῦντας αὐτὸν διὰ πίστεως. Οὕτω γάρ που πρὸς Ἰουδαίους φησίν· Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν.» Τάχα δὲ καὶ ἡ τοῦ νόμου παιδαγωγία, ὁδὸς καὶ τρίβος τοῦ Κυρίου λέγεται ἄγουσα ἐπὶ τὴν ἀλήθειαν, τουτέστιν ἐπὶ τὸν Χριστόν· περὶ αὐτοῦ γὰρ ἔγραψεν ὁ Μωσῆς· Γνώρισον οὖν μοι τὰς ἐν τῷ νόμῳ σκιὰς, αἵτινες εἰκονίζουσι τὴν ἀλήθειαν. Παρακαλεῖ δὲ καὶ ὁ Δαβὶδ μαθεῖν τὰς ὁδοὺς τοῦ Θεοῦ, τουτέστι τὰς οἰκονομίας καὶ τὰς διοικήσεις καθ' ἂς ἄγει τὰ πάντα· καὶ ὁδηγηθῆναι εἰς αὐτὴν τὴν ἀλήθειαν εὔχεται, ἵνα μὴ τὸ ψεῦδος ἀντ' αὐτῆς λαθὼν προτιμήσῃ. Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς. (A f. 136 b) Ἤκουσαν γὰρ οἱ ἐξ ἐθνῶν κληθέντες λέγοντος τοῦ Κυρίου· «Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς·» καὶ διὰ τοῦτο προσέρχονται ὁμολογοῦντες ὅτι νεότητος ἔχουσιν ἁμαρτήματα, εἴτε σωματικῆς, εἴτε νοητῆς, τουτέστιν ἀφροσύνης· πᾶσα γὰρ ἁμαρτία ἐξ ἀφροσύνης· κἄν τις γηραιὸς ὢν ἁμαρτάνῃ, αὐτὸ τοῦτο νεωτερικὸν ποιεῖ καὶ ἀφρονέστατον ὅτι ἁμαρτάνει· διὸ καὶ νέος ὁ τοιοῦτος λέγεται, ὡς ἐκεῖνος ὁ ἐν Εὐαγγελίοις ἄσωτος· νεώτερος γὰρ υἱὸς κἀκεῖνος ὠνόμασται. Ἐπιλήσθητι οὖν, φασὶν, ὦ Δέσποτα, ὧν ἡμάρτομεν ἐν τῷ τῆς εἰδωλολατρείας καιρῷ, ὃς ἀφροσύνη σαφὴς ἦν. Καὶ ὑπευθύνους ὄντας κολάσει καὶ δίκῃ διὰ τὰ πολλὰ ἡμῶν πταίσματα, τῆς παρὰ σοὶ μνήμης ἡμᾶς ἀξίωσον· οὐ διὰ τὰ ἔργα ἡμῶν, διὰ ταῦτα γὰρ δικαίως ἂν ἐκολάσθημεν, ἀλλὰ διὰ μόνην τὴν σὴν χρηστότητα καὶ τὸ σοὶ πρέπον, ὅτι ἐλεεῖς τοὺς ὑποπίπτοντας, καὶ τὴν παρὰ σοῦ ζητοῦντας φιλανθρωπίαν. Σὺ γὰρ ἔφης· «Οὐ δι' ὑμᾶς ἐγὼ ποιῶ, ἀλλ' ἢ διὰ τὸ ὄνομά μου.» Ὅρα δὲ ὅτι ἁλισκόμεθα πλημμελοῦντες, ἤτοι διὰ τὸ τὸν θεῖον οὐκ εἰδέναι νόμον, ἢ διὰ τὸ ἀνεθελήτως ἐκβεβιάσθαι εἰς τὰ μὴ δοκοῦντα Θεῷ. Ταύτῃτοι καὶ Δαβὶδ ἡμῖν ἐφώνει· «Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς.» Ὁ δὲ Ἰὼβ, ὡς ἀγαθὸν ὄντα τὸν Θεὸν, καὶ τῆς