Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.849
Not analysed yet
ἡμετέρας φύσεως οὐκ ἀγνοήσαντα τὴν ἀσθένειαν, μονονουχὶ καὶ αἰτιᾶται, μέλλοντα καὶ ἀναδυόμενον περὶ τὸ ἀνεῖναι αὐτῷ τὰς ἁμαρτίας· οὕτω τέ φησιν· «Ἵνα τί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην, καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου;» Πᾶσαι αἱ ὁδοὶ Κυρίου, ἔλεος καὶ ἀλήθεια. (A f. 137) Οἱ μὲν πιστεύοντες καὶ τὰ κεκρυμμένα συνιέναι δύνανται, κατὰ τὸ, «Ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν.» Περὶ δὲ τῶν μὴ πιστευόντων εἴρηται· «Ἐὰν μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε·» οὕτως ἀδίδακτοι οἱ Ἰουδαῖοι ἀπέμειναν. Κάλυμμα γοῦν κεῖσθαι ἐπὶ τὴν καρδίαν αὐτῶν φησιν ὁ ἱερώτατος Παῦλος, ἡνίκα ἀναγινώσκεται Μωσῆς. Οἱ τοίνυν ἐξ ἐθνῶν κεκλημένοι διὰ τῆς πίστεως, ὡς ἤδη σοφισθέντες διὰ τῆς τοῦ Πνεύματος ἐλλάμψεως, καὶ τὰ εὐαγγελικὰ συνιέντες θεσπίσματα, φασὶν ὅτι πᾶσαι αἱ ὁδοὶ Κυρίου, ἔλεός εἰσι καὶ ἀλήθεια· οὐ κατὰ τὸν Μωσέως νόμον, ἀποτομία καὶ σκιά. Οὔτε γὰρ ἔλεος ἦν τοῖς τὰς Μωσέως παραβαίνουσιν ἐντολάς· ἀπέθνησκον γὰρ ἄνευ οἰκτιρμῶν ἐπὶ δυσὶ καὶ τρισὶ μάρτυσιν. Οὔτε μὴν ἦσαν ἀλήθεια τὰ νομικά· σκιὰ γὰρ καὶ τύπος ὁ νόμος ἦν. Οὐκοῦν οἱ ἐξ ἐθνῶν, ἀντιδιαστέλλοντες ὥσπερ τῷ νόμῳ τὰ διὰ Χριστοῦ, αὐτοῦ τὰς ὁδοὺς ἔλεος εἶναί φασι καὶ ἀλήθειαν· πῶς γὰρ οὐκ ἔλεος, εἰ καλοῦσι πρὸς ἄφεσιν ἁμαρτιῶν αἱ τοῦ Χριστοῦ ἐντολαὶ, καὶ λύτρωσιν ἔχουσι τῶν τετυραννημένων ὑπό τε τῆς ἁμαρτίας καὶ τοῦ Σατανᾶ; Ἀληθείᾳ δὲ λατρεύουσιν οἱ εἰς Χριστὸν πιστεύσαντες, οὐ κατὰ τὰς ἐν νόμῳ θυσίας τὰς δι' αἱμάτων καὶ καπνοῦ προσάγοντες· τελοῦντες δὲ μᾶλλον τὴν πνευματικὴν καὶ εὐάρεστον τῷ Θεῷ πολιτείαν, καὶ τὴν ἐξ ἔργων ἀγαθῶν προσκομίζοντες εὐοσμίαν. Ἀλλὰ τίσιν ἂν γένοιντο αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια, διατρανοῦσι λέγοντες, ὅτι τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ, τουτέστι τοῖς ἀντεχομένοις αὐτοῦ, καὶ ἀγαπᾷν αὐτὸν ᾑρημένοις, διὰ τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ, οὐ μὴν τοῖς ἀπειθοῦσι καὶ τὰς παρὰ Χριστοῦ δοθείσας ἀποσειομένοις ἐντολάς· ἀλλ' οὐδὲ τοῖς παθοῦσι τοιοῦτον, ὁποῖον Γαλάται πρὸς τὰς τοῦ νόμου σκιὰς, ἀνόπιν ἰόντες μετὰ τὴν πίστιν. Πρὸς οὓς γράφει Παῦλος· «Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.» Καὶ πάλιν· «Ἀπηλλοτριώθητε ἀπὸ Χριστοῦ· οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε τοῖς τοιούτοις.» Οὐκ ἃν εἶεν αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια, οὐδὲ γένοιτο ἐντεῦθεν ὄνησις. Ὅτι ὑπέμεινά σε, Κύριε. (Cod. M f. 38 b) Ἀντὶ τοῦ, Προσεδόκησα, βοηθὸν ἔσεσθαί μοι δηλαδή. Δέχεται γὰρ οὕτω τὴν λέξιν ἡ θεία Γραφή.