Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.860
Not analysed yet
τοῦ τὸν τῶν ὅλων Θεὸν, διατρανοῖ προστιθεὶς ὅτι ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ, τουτέστι τῆς δόξης, ὁδηγεῖ καὶ διατρέφει τοὺς ἐκ διανοίας εἰλικρινοῦς καὶ ἀγάπης βεβαίας ὑπ' αὐτῶ[ν] γεγονότας, καὶ τὰ αὐτῷ δοκοῦντα φρονεῖν καὶ δρᾷν ᾑρημένους. Εὖ δὲ δὴ σφόδρα τὸ, «Ὁδηγήσεις με, φησὶ, καὶ διαθρέψεις με·» κατορθοῦται γὰρ οὐχ ἑτέρως ἀρετὴ, πλὴν ὅτι διὰ δύο πραγμάτων, γνώσεως, φημὶ, καὶ εὐσθενείας πνευματικῆς. Μετριάζει δὲ μὴ δι' ἑαυτὸν ἀξιῶν τυχεῖν, διὰ δὲ τὸ θεῖον ὄνομα. Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου. (A f. 167 b) Κατὰ δὲ διάνοιαν, ἐφεδρεύσαντες αὐτοῦ τῇ ψυχῇ, συνελάβοντο αὐτὸν ἐν τῇ ἁμαρτίᾳ· πολλαὶ γὰρ αἱ τοῦ βίου παγίδες μέχρι τῆς ἐσχάτης ἀναπνοῆς. Ὡς τὴν ψυχὴν οὖν πολεμούμενος, σώματος γὰρ τοῖς ἁγίοις ὀλίγη φροντὶς, καὶ πρὸς τῶν ἀπατεώνων τρωθῆναι φοβούμενος, τὸ πνεῦμα παρατίθεται τῷ Θεῷ, τὰς προνοητικὰς αὐτοῦ δυνάμεις χεῖρας καλῶν. Τῷ δὲ παρόντι ῥητῷ καὶ ὁ Σωτὴρ ἐπὶ τοῦ σταυροῦ προσηλωμένος ἐχρήσατο. Πνεῦμα δὲ, ποτὲ μὲν τὴν διάνοιαν ἡ Γραφὴ καλεῖ· ὡς ὅταν λέγῃ ὁ Ἀπόστολος περὶ τῆς παρθένου· «Ἵνα ᾖ ἁγία πνεύματι καὶ σώματι·» ποτὲ τὴν ψυχὴν, ὡς παρ' Ἰακώβῳ, «Ὥσπερ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστι·» ποτὲ δὲ τὸ συνεζ[ε]υγμένον τῇ ψυχῇ συνειδὸς, ὡς τὸ, «Τίς οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ;» Τὸ δὲ προκείμενον, κατὰ τοὺς τρεῖς νοηθήσεται τρόπους. Ὁ μέντοι Δαβὶδ παρὰ τῶν πολεμίων ἁλοὺς, ὑπὸ Θεοῦ λελυτρῶσθαί φησι, καὶ ὡς μηδὲ ψευσθεὶς τῶν ἐλπίδων, οἰκείως Θεὸν ἀλήθειαν αὐτὸν ὀνομάζει. Ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. (A f. 168, C f. 61 b) Εἰ μὲν οὖν τὸ εὐρύχωρον ταυτόν ἐστι τῇ ὁδῷ τῇ πλατείᾳ, ἥτις ἐστὶν ἡ φιληδονία· εὐχαριστεῖ ὁ δίκαιος διότι ἐν τῷ περιγείῳ τόπῳ τυγχάνων, ἐν ᾧ διὰ τὰς ἐμφωλευούσας κακίας τὸ ζῇν ἐστιν ἐπισφαλὲς, στάσιν ἔσχε τοῦ μὴ τῇδε κἀκεῖσε πρὸς τῶν παθῶν περιφέρεσθαι. Εἰ δὲ ὡς ἐπαινετόν φησι τὸ εὐρύχωρον, ὁμολογεῖ χάριν ὅτι θλιβόμενος οὐ στενοχωρεῖται, πλατυνόμενος καὶ τοῖς πόνοις ἐγκαρτερῶν. Ἐλέησόν με, Κύριε, ὅτι θλίβομαι. (A f. 168, D f. 91) Δοκεῖ μέν πως οὐ σφόδρα συνᾴδειν τοῖς ἀνωτέρω στίχοις ἡ τοῦ προκειμένου διάνοια. Ἐρεῖ γάρ τις ἴσως, ὅτι ὁ ἐν εὐρυχώρῳ λέγων τοὺς ἑαυτοῦ στῆναι πόδας, πῶς ἐνθάδε θλίβεσθαί φησιν, ὥσπερ εἰς λήθην ἐνεχθεὶς ὧν ἔφησε; Τί οὖν ἐροῦμεν; Αἰσθάνεται μὲν τῆς χάριτος τῆς διὰ Χριστοῦ, καὶ δὴ τεθαύμακε τῆς ἐπικουρίας τὸν τρόπον· ἀλλ' οἷον οὔπω τυχὼν, ἀναμασσᾶται τὰ διηγήματα, καὶ τῶν πρὸ τῆς χάριτος διαμνημονεύει κακῶν, ἵνα καὶ ἔτι μειζόνως ὁ σώσας θαυμάζηται. Τίς δὲ ἡ θλίψις, διεξοδικώτερον ἐκφράζει. Παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος, κ. τ. λ. (A f. 168. b) Κἂν ἐπὶ τὸν ἐξομολογούμενον δὲ ἐν