Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.861
Not analysed yet
τῷ ψαλμῷ λαμβάνηται, τὴν πολλὴν αὐτοῦ τά τε πρὸ τούτων ῥητὰ καὶ τὰ νῦν παρίστησι κάκωσιν. Γέγονα γὰρ, φησὶν, ὄνειδος παρ' ἐχθροῖς, ὡς ἐμαυτὸν κατακόπτων εἰκῆ, καὶ τοῖς γνωστοῖς καὶ γείτοσι φόβος, δεδιόσιν, οἶμαί που, μὴ ἄρα πως καὶ ἀπολοίμην διὰ τὴν ἐν τῇ πρὸς Θεὸν ἐξομολογήσει βλεπομένην ταλαιπωρίαν, καὶ τὴν ὑπερβολὴν ἧς ἐνεδεικνύμην μετανοίας· σάκκῳ καὶ σποδῷ κατατρυχόμενος, καὶ νυκτὸς καὶ ἡμέρας κλαίων, καὶ τοῖς οὕτως ἀνιαροῖς ἐκτηκόμενος πόνοις. Καὶ οἱ θεωροῦντες ἔξω ἀπ' ἐμοῦ πεφεύγασιν, ἀπεγνωκότες μου τὴν σωτηρίαν ὡς ἤδη γεγονότος νεκροῦ· τάχα που μαίνεσθαι λέγοντες, καὶ οὐδὲ ὅλως ἐφίεσθαι τοῦ ζῇν. Ὥστε καὶ εἰς λήθην πέμψαι τὰ κατ' ἐμὲ, οἰηθῆναί τε ὅτι σκεῦός εἰμι ἀχρεῖον καὶ ἀπολωλός. Φευγόντων γὰρ αὐτῶν ἐν λήθῃ γεγένημαι, ὥσπερ ἀμέλει καὶ νεκρός. Ἐδόκουν δὲ καὶ παρεῤῥίφθαι ὥσπερ τῶν σκευῶν τὰ ἀτιμώτατα καὶ τοῦ μηδενὸς ἄξια, καὶ διὰ τοῦτο μὴ ἐπιζητούμενα. Ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας. (D f. 91 b) Ἀπὸ καρδίας, τουτέστι ἀπὸ τοῦ νοὸς καὶ τῆς μνήμης. Ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν. (A f. 169) Τάχα δὲ τὸ, Ἤκουσα ψόγον, αἰτία ἐστὶ τῶν ἀνωτέρω ῥηθέντων· ὡς ἂν εἰ λέγοι· Οὐ μάτην ἐμαυτὸν ἐκάκουν, ἀλλὰ διότι οἱ ἀφανεῖς ἐχθροὶ, περιπεσόντος μου τῇ ἁμαρτίᾳ, συνετάσσοντο πρὸς ἀλλήλους, ὅπως τὴν ἐμὴν ψυχὴν διαρπάσωσι· διὸ τῇ πολλῇ κακώσει, τὸν Θεὸν ἐπεσπώμην εἰς ἔλεον. Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου. (A f. 169) Ἢ οἱ παρὰ Θεῷ κλῆροι, περὶ ὧν ὁ θεῖός φησι Δαβίδ. Τὰ ἐν ἐλπίσιν εἰσὶν ἀγαθὰ τοῖς εὐσεβοῦσιν ἐπηγγελμένα· ἃ καὶ ἀποδώσει αὐτοῖς [κατὰ] καιρόν. Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου. (A f. 169 b) Ἐποπτείας μὲν ἀξιοῖ Θεὸς τὸν ἐπιεικῆ καὶ εὐήνιον καὶ τῷ θείῳ φόβῳ κατεσταλμένον· ἀποστρέφεται δὲ τὸν δυσάγωγόν τε καὶ δυσμαχῆ, καὶ ἐν οὐδενὶ τιθέμενον τὸ δοκοῦν αὐτῷ. Ἔστι δὲ οὐδενὶ τῶν εὖ φρονούντων ἀμφίβολον, ὡς ἀμείνους ἔσονται παντὸς πειρασμοῦ καὶ τῆς τῶν πολεμούντων ἐπιβουλῆς, οἵπερ ἂν ἔχοιεν αὐτοῦ τὴν ἀντίληψιν. Ὥσπερ γὰρ ἡλίου μὲν ἀνατείλαντος λύεται τὸ σκότος, ὑπὸ γῆν δὲ γενομένου διαδέχεται νὺξ, ἐν ᾗ προΐασιν ἐκ τῶν οἰκείων καταδύσεων θῆρες ἄγριοι, καὶ ἄνδρες κακουργίας ἐργάται· οὕτως ἀποστρεφομένου μέν τινα τοῦ Θεοῦ, οἱ τῆς ψυχῆς ἐχθροὶ ἐπανίστανται. Ἐπι-