Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.865
Not analysed yet
τὴν ὠφέλειαν, καὶ οὔτω νῦν τηλαυγῶς καθορᾶται, ἀναμένει δὲ τοὺς ἐπερχομένους αἰῶνας, ὥστε ἐν αὐτοῖς ἀποκαλυφθῆναι. Εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς. (A f. 170 b, D f. 92 b) Τὴν πρὸς Θεὸν ἔντευξιν εἰς ἀγαθὸν κατέστρεψε τέλος, εὐλογῶν τὸν Θεὸν ἐφ' οἷς εὖ πέπονθε. Δι' ἐμοῦ γὰρ, φησὶν, ὁ Θεὸς ἐδοξάσθη, ὅτι μυρίων ἐπ' ἐμὲ συστάντων πολέμων, καὶ δίκην μεγάλης πόλεως τὴν ἐμὴν ψυχὴν πολιορκεῖν πειρωμένων, ὁ ἐμὸς φύλαξ φραγμόν μοι περιβαλὼν, τὸ ἔλεός σου θαυμαστὸν ἔδειξας· οὕτως με σώσας, ὡσεὶ καὶ πόλιν τείχει περιβεβλημένην ὀχυρῷ. Μᾶλλον δὲ πόλιν περιοχῆς αὐτὸν τὸν Υἱὸν ὀνομάζει, τὸν ἀποκρύπτοντα τοὺς ἁγίους καὶ οἷον καταπυκάζοντα καθάπερ ἐν σκηνῇ, ἔξω τε τιθέντα καὶ ἀνθρώπων ταραχῆς καὶ ἀντιλογίας γλωσσῶν. Ἢ τάχα που τὴν Ἐκκλησίαν αὐτοῦ, τὴν τῶν ἁγίων καλεῖ πόλιν, τὴν ἀπόρθητον τῷ Σατανᾷ, τὴν ἀνάλωτον παντελῶς, τὸ μέγα καὶ ἀσφαλὲς καὶ ἀκαταμάχητον τεῖχος. «Πύλαι γὰρ ᾅδου οὐ κατισχύουσιν αὐτῆς.» Πλὴν ὅτι τὸ ἔλεος οὐκ ἔξω τῆς ἁγίας πόλεως δίδοται μᾶλλον, ἀλλὰ τοῖς οὖσιν ἐν αὐτῇ· ἐν αὐτῇ γὰρ τεθαυμαστῶσθαί φησιν αὐτό. Ἦν πόλις περιοχῆς, ἤγουν τετειχισμένη, ἡ ἀπαθὴς ψυχὴ τοῦ Δαβίδ· ἀλλὰ τὸ τῆς ἀπαθείας τεῖχος καθελόντες οἱ ἐχθροὶ μετὰ τῆς Βηρσαβεὲ, εἰσῆλθον πρὸς τὸν Δαβίδ. Διόπερ καὶ ἐν τῷ πεντηκοστῷ ψαλμῷ παρακαλεῖ τὸν Κύριον ἵν' οἰκοδομηθῇ τὰ τείχη Ἱερουσαλήμ. ΨΑΛΜΟΣ ΛΑʹ. Ψαλμὸς τῷ Δαβὶδ συνέσεως. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι. (A f. 171 b) Τὴν κακοπάθειαν αὐτοῦ τὴν πολλὴν ὁ Δαβὶδ προβαλλόμενος, ἣν ἐν τῇ μετανοίᾳ ὑπέμεινε, μακαρίζει τοὺς ἀταλαιπώρως ἀφέσεως τετυχηκότας διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας. Συνέσεως δὲ ἐπιγέγραπται ὁ ψαλμὸς, διὰ τὸ ταύτης μάλιστα δεῖσθαι τοὺς ἀνθρώπους· ὅτι δὴ σφόδρα ἐκνενευκότες ἐπὶ τὰ πάθη, ἵπποις καὶ ἡμιόνοις ἀπεικάσθησαν. Ἢ ἐπὶ σύνεσιν προτρέπεται, ἐπεὶ πολλὰ κεκρυμμένα ὁ ψαλμὸς ἔχει, καὶ χρεία συνέσεως τῷ ἐντυγχάνοντι. Μακάριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν. (A f. 171 b) Τρίτη τις αὔτη τάξις τῶν ἁμαρτανομένων, ὧν ἡ μὲν πρᾶξις οὐκ ἐπαινετὴ, τὸ δὲ τῆς γνώμης ἀνεύθυνον. Ὁ μὲν οὖν πρῶτος στίχος ἁρμόσειεν ἂν τοῖς ἠλεημένοις διὰ τοῦ ἁγίου βαπτίσματος· ἐκείνων γὰρ ἀφέθησαν αἱ ἀνομίαι. Ὁ δεύτερος