Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.868
Not analysed yet
δὲ τοῖς ἐθέλουσι μετανοεῖν· ἐπικαλύπτονται γὰρ αὐτῶν αἱ ἁμαρτίαι διὰ τῆς μετανοίας, καταχωννύντος ὥσπερ αὐτὰς ταῖς ἀμνηστίαις τοῦ φιλαγάθου Θεοῦ, ὡς μηκέτι βούλεσθαι μηδὲ ὁρᾷν αὐτάς. Τοῖς γὰρ ἁμαρτοῦσι μετὰ τὴν ἄφεσιν, οὐκέτι δευτέραν ἄφεσιν, ἀλλ' ἐπικάλυψιν ἁμαρτιῶν παρέχει. Διὰ γὰρ τῶν δευτέρων κατορθωμάτων, καλύπτειν τὰ προημαρτημένα συνεχώρησεν. Ὁ δὲ τρίτος τοῖς σφαλεῖσι μὲν, πλὴν οὐκ ἀπὸ γνώμης ἐθελοκάκου καὶ πονηρᾶς. Σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης με. (A f. 172 b) Μέγα τὸ μὴ φρονεῖν ἐφ' ἑαυτῷ, εἰδέναι δὲ μᾶλλον τὸν ἐξελέσθαι δυνάμενον, ὅταν ἡμῶν κατατρέχωσι λογισμοὶ καὶ θλίψεις αἱ δι' εὐσέβειαν σκηπτοῦ δίκην ἐμπίπτουσαι καὶ θορυβοῦσαι. Τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με. (A f. 172 b) Ταῦτά φησιν ὡς ἐκ προσώπου τῶν δεδιψηκότων τὴν διὰ Χριστοῦ σωτηρίαν, δι' οὗ τὴν ἐκ τῆς ἀρχαίας ἀρᾶς διεκρουσάμεθα δυσθυμίαν· μετημφιασάμεθα δὲ ὥσπερ εὐφροσύνην καὶ χαρὰν, θανάτου καὶ ἁμαρτίας ἀπηλλαγμένοι, καὶ τί γὰρ οὐχὶ τῶν ἄνωθεν καταπλουτήσαντες ἀγαθῶν; Κυκλοῦσι δὲ τοὺς ἁγίους οὐκ ἄνθρωποι μόνον δυσσεβεῖς καὶ ἀλιτήριοι, ἀλλὰ γὰρ καὶ αὐτὰ τὰ φιλοκάκουργα τῶν δαιμόνων στίφη. Συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ μου ταύτῃ ᾗ σὺ πορεύσῃ. (A f. 173) Εὐξαμένῳ λύτρωσιν ἐχθρῶν, ἀντιφθέγγεται Θεὸς ὁδηγήσειν ἐπαγγελλόμενος ἐν εὐθείᾳ ὁδῷ· Συνετίσω σε γὰρ, φησὶ, καὶ ὑποδείξω σοι ὁδὸν ἣν ὁδεύσεις ἐπὶ τὸ τρισμακάριον ἄγουσαν τέλος, καὶ ἔσομαι πάντως τε ἐποπτεύων τὰ κατὰ σὲ, ὅπως ἐκ τῶν φωτιστικῶν αὐγῶν φωτιζόμενος, τὴν ὁδὸν βλέπειν ἔχῃς τὴν ἐπηγγελμένην σοι. Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις. (A f. 173 b, C f. 66 b) Ὡς πρὸς τὸν Θεὸν ἀποστρέφει τὸν λόγον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τοὺς μὴ βουλομένους μετανοεῖν, οἷά τινι χαλινῷ τῇ παιδείᾳ ἐπίστρεψον πρὸς ἑαυτὸν, καὶ τὸ σκιρτητικὸν καὶ ἀφηνιαστικὸν ἀποθεμένους, τό τε ἀπειθὲς καὶ σκληρόστομον, τῷ σῷ ζυγῷ τούτους ὑπόβαλον· καὶ μὴ ἐάσῃς τὸν χαλινὸν τούτους ἐνδακόντας ὁρμῆσαι ἐπὶ τὸν κρημνὸν ἢ τὸ βάραθρον· ἀλλὰ περιαγαγὼν τὸν αὐχένα τῇ χειρὶ, ἐπὶ τὴν σώζουσαν ὁδὸν κατεύθυνον. Εἰ γάρ τις ἀπόσχοιτο τοῦ κακοῦ, καὶ εἰς σύνεσιν ἀναδραμὼν τὴν ἀνθρώπῳ πρέπουσαν ἀποσκευάσοιτο μὲν φρόνημα τὸ κτηνοπρεπὲς, γένοιτο δὲ σοφὸς καὶ ἀρτίφρων ἀνὴρ, τότε δὴ ἐλπίδα καὶ καταφυγὴν ἑαυτοῦ ποιήσει τὸν συνετίσαντα Θεόν· τότε κυκλωθήσεται καὶ αὐτὸς ἐλέῳ καὶ οἰκτιρμοῖς, καὶ ὑπὸ χεῖρα γενήσεται τοῦ σώζειν εἰδότος καὶ δυναμένου Θεοῦ. Εὐφράνθητε ἐπὶ Κύριον, καὶ ἀγαλλιᾶσθε, δίκαιοι. (A f. 173 b, C f. 66 b) Ὡς ἄγαν σοφὸν τῆς ᾠδῆς τὸ συμπέρασμα. Ἀποτρέπει γὰρ ἐπί τινι τῶν κοσμικῶν ἐπαγάλλεσθαι, ἐπὶ Θεῷ δὲ μᾶλλον χαίρειν παραι-