Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.869
Not analysed yet
νεῖ. Εἶεν δ' ἂν ταῦτα χαρισμάτων δηλονότι πνευματικῶν διανομαὶ, καὶ γερῶν ἐλπίς. Πλὴν οὐχ ἅπασιν ἃν πρέποι χαίρειν ἐπὶ Θεῷ, ἁρμόσοι δ' ἂν μᾶλλον τοῖς δικαιοσύνης ἐρασταῖς. Τούτων ἐστὶ τὸ ἐπὶ μόνῳ Θεῷ ἀγαλλιᾶσθαι, καὶ ἐπ' αὐτῷ καυχᾶσθαι, κατὰ τὸν θεῖον Ἀπόστολον, «Ὁ καυχώμενος, ἐν Κυρίῳ καυχάσθω,» παρεγγυώμενον. ΨΑΛΜΟΣ ΛΒʹ. Ψαλμὸς τῷ Δαβὶδ ἀνεπίγραφος παρ' Ἑβραίοις. (A f. 174 b, C f. 66 b) Καί γε ᾄδεσθαί φαμεν τὸν μετὰ χεῖρας ψαλμὸν ὡς ἐκ προσώπου τοῦ μακαρίου Δαβὶδ, εἴτουν εἰς τιμὴν καὶ δόξαν Χριστοῦ, ὃς καὶ ὠνομάσθη Δαβὶδ διὰ τὴν κατὰ σάρκα γέννησιν· ἐξέφυ γὰρ ἐξ αἵματος Ἰεσσαὶ καὶ Δαβίδ. Περιέχει δὲ τῆς προκειμένης ᾠδῆς ἡ δύναμις πρῶτον μὲν πρόκλησίν τινα καὶ προτροπήν· ἁγίοις γὰρ χρῆναι δοξολογεῖν, καὶ ᾠδὰς τὰς χαριστηρίους ἀνάπτειν Θεῷ σώσαντι τὴν ὑπ' οὐρανὸν, ἀνακεφαλαιωσαμένῳ τε τὰ πάντα ἐν Χριστῷ τά τε ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ὃς πάντας ἡμᾶς ἐξείλετο τῆς τοῦ διαβόλου τυραννίδος καὶ σκαιότητος. Εἶτα πρὸς τοῦτο, λόγος εὐθὺς εἰσκομίζεται μυσταγωγικὸς, δι' οὗ μανθάνομεν ὡς ἄμαχον ἔχει τὴν χεῖρα Χριστὸς καὶ τὸ νεῦμα παναλκὲς, καὶ μὴν καὶ τὸ κατὰ πάντων κράτος, καὶ δόξαν θεοπρεπῆ, καὶ ὑπερκόσμιον ὑπεροχήν. Ἀποφαίνει γὰρ αὐτὸν Δημιουργὸν τῶν ὅλων· «Τῷ γὰρ Λόγῳ, φησὶ, Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν.» Διδάσκει δὲ πρὸς τούτοις ὡς ἔστι καὶ πανεπίσκοπος, καὶ πανδερκὲς τοῖς ἐπὶ τῆς γῆς ἀφίησιν ὄμμα, καὶ ἑκάστου τροχιὰς περισκέπτεται. Ἐπιφέρει δὲ ὥσπερ χρήσιμόν τι καὶ ἀναγκαῖον τῇ προτεθείσῃ μυσταγωγίᾳ τὸ συμπέρασμα· καταδείκνυσι γὰρ ὅτι σαθρὰ μὲν καὶ εὐδιάκλαστος ἡ ἐπ' ἀνθρώποις ἐλπίς· καὶ οὐκ ἂν ἀρκέσειέ τις τῶν ἐπὶ τῆς γῆς εἰς τὸ δύνασθαι σώζειν ἑαυτὸν, εἰ μὴ ἐπαμύνοι Θεός. Διακεῖσθαί τε οὕτω παρασκευάζει τοὺς ἀγαπῶντας αὐτὸν, ὡς τὰ αὐτοῦ φρονεῖν, καὶ τοῖς αὐτοῦ νεύμασιν ἐπείγεσθαι κατακολουθεῖν, καὶ ἐπ' αὐτῷ πεποιθέναι, εἰδέναι τε βεβαίως ὅτι παντὸς ἔξω τίθησι πειρασμοῦ, καὶ ἀμογητὶ διασώζει τοὺς ἐπ' αὐτῷ πεποιθότας. Ἄρχεται οὖν τῆς ᾠδῆς καί φησιν. Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ. (A f. 175) Ἐν αὐτῷ οὖν γενόμενοι τῷ Κυρίῳ, καὶ καθ' ὅσον ἐσμὲν δυνατοὶ κατοπτεύοντες αὐτοῦ τὰ θαυμάσια, οὕτως συναγάγωμεν ἐκ τῆς θεωρίας ταῖς καρδίαις ἡμῶν εὐφροσύνην. Καὶ ἵνα συνελὼν εἴπω, τοῦτό ἐστι τὸ ἀγαλλιᾶσθαι τοὺς δικαίους ἐν Κυρίῳ, τὸ φρονεῖν ἑλέσθαι μόνα τὰ αὐτῷ θυμήρη καὶ φίλα, καὶ γλίχεσθαι μὲν τῶν ἀρίστων ἐπιτηδευμάτων, ἀποφοιτᾷν δὲ τῶν κοσμικῶν ἐπιθυμιῶν καὶ τῆς ἐν τῷδε τῷ βίῳ τύρβης. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. (A f. 175 b) Ἐν ἑτέροις γέγραπται ψαλμοῖς, πῆ μὲν, ὅτι «Ἑκουσίως θύσω σοι·» πῆ δὲ αὖ, «Ἐκ