Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.873
Not analysed yet
τουτέστι τὸ μάθημα τὸ εὐαγγελικὸν, εὐθύς ἐστι, καὶ εὐσύνοπτος, καὶ ἀπευθύνειν δυνατὸς εἰς πᾶν εἶδος ἀρετῆς.] Τιθεὶς ἐν θησαυροῖς ἀβύσσους. (B f. 100) Οὕτω που περὶ τῆς θαλάσσης φησίν· «Ἐθέμην αὐτῇ ὅρια, ἐπιθεὶς κλεῖθρα καὶ πύλας, εἶπα δὲ αὐτῇ· Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ, ἀλλ' ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα.» Ἔφη δέ που καὶ πρός τινας τῶν ἀρχαιοτέρων δι' ἐνὸς τῶν ἁγίων προφητῶν· «Μὴ ἐμὲ οὐ φοβηθήσεσθε, λέγει Κύριος, ἢ ἀπὸ τοῦ προσώπου μου οὐκ εὐλαβηθήσεσθε, τὸν τάξαντα ἄμμον ὄριον τῇ θαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται αὐτό;» Ὅτι γὰρ ὑποβρύχιον οὖσαν τὴν γῆν, νεῦμα θεῖον ἐξεκάλυψεν ἐν ἀρχαῖς, διεσάφησεν ὁ Μωσῆς, ὡς ἐκ προσώπου τοῦ Θεοῦ λέγων· «Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά.» Οὐκοῦν δυναμένην τὴν ἄβυσσον ὅλην καταχῶσαι τὴν γῆν, θεῖα περιέχουσα δύναμις, δίκην ἀσκοῦ συνέχει· καὶ οἷον ἀνασειράζουσα, τοὺς ἐκνεμηθέντας αὐτῇ τόπους ὑπεραίρειν οὐκ ἐᾷ. Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ. (B f. 100, A f. 180, C f. 68) Ὅτι μὴ μάτην, ὀνησιφόρως δὴ μᾶλλον, καὶ ὑπέρ γε τοῦ πᾶσι χρησίμου καὶ ἀναγκαίου πρὸς σωτηρίαν, τοὺς περὶ τῆς θείας δόξης, καὶ τῆς κατὰ πάντα ὑπεροχῆς πρὸς ἡμᾶς πεποίηται λόγους, ἡ τῶν προκειμένων ἡμῖν σαφηνιεῖ δύναμις. Συμβουλεύει γὰρ ἅπασαν τὴν ὑπ' οὐρανὸν μηκέτι τοῖς δαιμονίοις προσάγειν τὸ σέβας, ἀλλὰ τῷ θείῳ κατακαλλύνεσθαι φόβῳ, καὶ εἰσοικίσασθαι κατὰ νοῦν τὴν περὶ τοῦ πάντων κρατοῦντος ἔννοιαν, ὃς λόγῳ μὲν παρήγαγε τὰ πάντα εἰς ὕπαρξιν, ἐστερέωσε δὲ οὐρανοὺς, καὶ συνέχει πρὸς τὸ εὖ εἶναι καὶ ὑφεστάναι τὰ γεγονότα, διὰ τῆς ἐνεργείας τοῦ ἁγίου Πνεύματος. Διὰ τοῦτο γὰρ τοὺς περὶ τῆς θείας δόξης πεποίηται λόγους ὁ Δαβὶδ, ἵνα τῆς ἐνούσης ὑπεροχῆς τὸ μέγεθος τῇ θείᾳ καὶ ἀποῤῥήτῳ φύσει μανθάνοντες, ἀποπεμψώμεθα μὲν ὡς ὀλέθριον χρῆμα τὸ ῥᾴθυμον εἰς ἀγαθουργίαν· ἐμβάλλοντες δὲ ταῖς ἑαυτῶν καρδίαις τὸν τοῦ Θεοῦ φόβον, ἀντεχώμεθα παντὸς ἀγαθοῦ, καὶ οὕτως ἀναβαίνωμεν εἰς οἰκειότητα τὴν πρὸς αὐτόν. Ὅτι γὰρ σωτήριος τοῖς ἀγαπῶσιν αὐτὸν ὁ θεῖός ἐστι φόβος, διδάξει τὸ Γράμμα τὸ ἱερόν· «Φόβος γὰρ Κυρίου, φησὶ, τέρψει καρδίαν, καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν. Ἀπ' αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. (A f. 180 b, B f. 100 b, C f. 68) Ἀκούοντες, φησὶν, αὐτοῦ οἱ τὴν οἰκουμένην οἰκοῦντες ἄνθρωποι, ἀπὸ τῆς προτέρας στάσεως ἧς εἶχον, εἰδωλολατροῦντες δηλονότι, σαλευθήτωσαν, τῷ ἰδίῳ δημιουργῷ ὑπακούοντες. Τὸ γὰρ σαλευθῆναι ἐνταῦθα ὑποδηλοῖ οὐ κίνησίν τινα σωματικὴν ἢ κλόνον τοιοῦτον· ἐκεῖνο