Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.876
Not analysed yet
δὲ μᾶλλον ἔθος καὶ τῇ θεοπνεύστῳ Γραφῇ καὶ ἡμῖν αὐτοῖς ἐπὶ τῶν ἐπισήμως δρωμένων λέγειν, ὅτι ἐσαλεύθη. Οἷον ὅτε ἐποχούμενος τῷ πώλῳ μειρακίων ὑμνολογούντων αὐτὸν, ἀνέβη εἰς Ἱεροσόλυμα, τότε τὸ ἐπίσημον τῆς εἰσβολῆς διερμηνεύων ὁ εὐαγγελιστὴς γέγραφεν, ὅτι εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα, ἐσείσθη πᾶσα ἡ πόλις· ἀντὶ τοῦ, ἔγνω, καὶ ἔλαθεν οὐδένα, καὶ τεθαύμαστο παρὰ πάντων. Οὔτω καὶ ἐνθάδε νοήσεις τὸ σαλευθῆναι πάντας τοὺς κατοικοῦντας τὴν οἰκουμένην, καταπληττομένους οἱονεὶ καὶ θαυμάζοντας, ὡς ἀγνοῆσαι παντελῶς οὐδένα τὴν τοῦ Θεοῦ δόξαν, καὶ τὸ ὑπερφερὲς ἀξίωμα τῆς ἐνούσης αὐτῷ δυνάμεως καὶ ὑπεροχῆς. Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίθησαν. (A f. 180 b, C f. 68) Ἦν μὲν καὶ ἔστιν αὐτὸς, ἡμεῖς δὲ ἐκτίσμεθα διὰ τοῦ ζῶντος αὐτοῦ καὶ ἐνυποστάτου Λόγου, ὅς ἐστιν αὐτοῦ καὶ σοφία καὶ δύναμις. Τὸ δὲ ἐνετείλατο μὴ νομίσῃς ἀνθρωποπρεπῶς, ἐννόει δὲ μᾶλλον ὅτι καὶ τῶν βαναυσικῶν τεχνῶν οἱ ἐπιστήμονες, ὅταν τι διατεκτήνασθαι βούλωνται τῶν ἐγνωσμένων αὐτοῖς, μονονουχὶ καὶ ἐντέλλονται τῇ ἑαυτῶν ἐπιστήμῃ καὶ τέχνῃ διά γε τοῦ ἐθέλειν ἐργάσασθαί τι· καὶ ἡ τοῦ νοῦ πρὸς τὰ ἔργα ῥοπὴ, δύναμιν ἔχει προστάγματος καὶ αὐτοκελεύστου φορᾶς. Ἀλλ' ἐπὶ μὲν ἀνθρώπων, ἀνυπόστατος αὐτὴ καθ' ἑαυτὴν ἥ τε σοφία καὶ ἡ δύναμις αὐτῶν· ἐπὶ δὲ Θεοῦ οὐκέτι. Ὑφέστηκε γὰρ ὁ Λόγος δι' οὗ τὰ πάντα ἐργάζεται, διά γε, φημὶ, τῆς ἐνούσης αὐτῷ δυνάμεως καὶ σοφίας. (A f. 181) Ὅρα δὲ ὅτι πρὸς δύο ταῦτα προάγοντα, τὸ «Φοβηθήτω πᾶσα ἡ γῆ,» καὶ τὸ «Σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην,» δύο ἐπήγαγε· τὸ, «Αὐτὸς εἶπε καὶ ἐγενήθησαν·» καὶ τὸ, «Αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν.» Ἐπειδὴ γὰρ σύνθετος ὁ ἄνθρωπος ἔκ τε τοῦ γηΐνου πλάσματος καὶ ἐκ τῆς ἐνοικούσης ψυχῆς τῷ σώματι, γῆ μὲν λέγεται τὸ ἐκ τῆς γῆς πεπλασμένον· κατοικῶν δὲ τὴν οἰκουμένην, ἡ τὴν ἐν σώματι διαγωγὴν λαχοῦσα ψυχή. Καταλλήλως οὖν τῇ μὲν γῇ, ἤγουν τῷ πλάσματι ἡμῶν τῷ ἀπὸ τῆς γῆς, τὸ ἐγενήθη ἀποδέδοται· ἐπὶ δὲ τῆς κατ' εἰκόνα Θεοῦ κτισθείσης ψυχῆς, τὸ ἐκτίσθη. Ἐπειδὴ δὲ ἡ κτίσις ἐπὶ τῆς μετακοσμήσεως καὶ βελτιώσεως πολλάκις λαμβάνεται, ὡς τὸ, «Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις·» καὶ τὸ, «Ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον·» τάχα τὸ μὲν ἐγενήθη ἐπὶ τῆς πρώτης τοῦ ἀνθρώπου οὐσιώσεως λέγεται, τὸ δὲ ἐκτίσθη ἐπὶ τῆς δευτέρας διὰ τῆς χάριτος τοῦ Χριστοῦ ἀναγεννήσεως. Ὅσον δὲ λόγου ψιλοῦ ἐντολὴ Θεοῦ διαφέρει, τοσοῦτον κτίσεως πρὸς γένεσίν ἐστι τὸ διάφορον. Ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει. (A f. 181 b) Ἀναπηδᾷ τοίνυν ἐνταῦθα εἰς ἔννοιαν τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς, καὶ οἷα κατώρθωται δι' αὐτῆς περιαθρεῖ. Ὁ μὲν γὰρ νομισθεὶς εἶναι Θεὸς τοῦ αἰῶνος τούτου, καὶ τὰ τῶν δαι-