Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.880
Not analysed yet
γὰρ, καὶ κατὰ παντὸς ἔθνους τε καὶ γένους ἀνθρώπων, ἡ διὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ κεχώρηκε χάρις.] Ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. (B f. 102) Ἕτοιμον δὲ κατοικητήριον ἡ θεία Γραφὴ τὸν οὐρανὸν εἴωθεν ὀνομάζειν, ἤτοι τοὺς ἐν τῷ οὐρανῷ κατοικοῦντας ἁγίους ἀγγέλους· διά τοι, καθάπερ ἐγᾦμαι, τὸ μὴ πόνῳ καθαίρεσθαι τὰς ἄνω δυνάμεις, καθάπερ ἡμεῖς, εἶναι δὲ μᾶλλον ἁγίας, ὥστε αὐταῖς καὶ ἐπαναπαύεσθαι τὸν Θεόν. Γεγόναμεν γὰρ καὶ ἡμεῖς κατοικητήριον τοῦ Θεοῦ· ναοὶ γοῦν αὐτοῦ χρηματίζομεν, πλὴν οὐχ ἑτοίμως πρὸς τοῦτον ἐρχόμεθα, ἀλλ' ἢ χάριτι καὶ δωρεᾷ Θεοῦ δικαιούμενοι· ἤγουν πόνῳ καὶ ἱδρῶτι τὸν οἰκεῖον διασμήχοντες νοῦν· ὥστε καὶ ἁγίους γεγονότας, ἔναυλον ἔχειν τὸν πάναγνόν τε καὶ ἄγιον ἀληθῶς. (B f. 102 b) Ἐπιτήρει δὲ, ὅτι γενέσθαι φησὶ τὴν ἐπίβλεψιν ἐξ οὐρανοῦ οὐκ ἐπὶ μόνον τὸν Ἰσραὴλ, καθ' ἃ καὶ πάλαι μεσιτεύοντος τοῦ πανσόφου Μωσέως, ἀλλ' ἐπὶ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων τοὺς κατοικοῦντας τὴν οἰκουμένην. Κέκληται γὰρ εἰς σωτηρίαν διά γε τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ τῶν ἐθνῶν ἡ πληθὺς, ἡ κατὰ πᾶσαν οὖσα τὴν γῆν. Γενικωτάτη γὰρ, καὶ κατὰ παντὸς ἔθνους τε καὶ γένους ἀνθρώπων, ἡ διὰ τοῦ πάντων ἠμῶν Σωτῆρος Χριστοῦ κεχώρηκε χάρις. Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν. (B f. 102 b, C f. 68 b) Θεὸς οὖν ἄρα κατὰ ἀλήθειαν ὁ Υἱὸς, ὁ καὶ τὰς καρδίας ἡμῶν εἰδὼς, ὁ πλάσας αὐτὰς κατὰ μόνας· καὶ πάντα τὰ ἔργα συνιεὶς τῶν ἐπὶ τῆς γῆς, οὐ μαρτυροῦντός τινος, ἤγουν ἀπαγγέλλοντος, ἀλλ' ὡς ἐπόπτης διανοιῶν, καὶ εἰς καρδίας ὁρῶν, καὶ γινώσκων τὰ ἐγκεκρυμμένα. Τὸ γὰρ φῶς μετ' αὐτοῦ ἐστιν, καθάπερ γέγραπται, μᾶλλον δὲ αὐτός ἐστιν τὸ φῶς. [Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν. «Οὐ σώζεται, φησὶ, βασιλεὺς διὰ πολλὴν δύναμιν,» τουτέστι, διὰ πολυχειρίαν τῶν ὑπ' αὐτῷ δορυφόρων. Ἀλλ' οὐδ' ἂν εἴ τις εἴη γίγας ἰσχυρὸς, δῆλον ὅτι καὶ μέγα πεφρονηκὼς ἐπ' εὐσθενείᾳ πολλῇ, καὶ ῥώμῃ σώματος, οὐδ' ἂν οὕτω σωθείη, καὶ κρείττων ἔσται χειρὸς τῆς τῶν μαχομένων αὐτῷ, μὴ οὐχὶ Θεοῦ κατανεύοντος τὸ νικᾷν.] Ψευδὴς ἵππος εἰς σωτηρίαν. (B f. 103 b) Ἔσται δὲ ψευδὴς εἰς σωτηρίαν ἵππος, τουτέστιν ἱππικὴ παράταξις. Σφάλλεται γὰρ ἔσθ' ὄτε τῆς ἐλπίδος ὁ ἐπ' αὐτῇ πεποιθὼς, καὶ προέσεσθαι προσδοκῶν, ὑπὸ χεῖρα πέπτωκεν ἐχθρῶν. Ἐν γὰρ τῷ πλήθει τῆς δυνάμεως αὐτοῦ σωθήσεται τίς· οὐ σωθήσεται ὁ βασιλεὺς, ἤγουν ἡ παράταξις, ὡς ἔφην, ἡ ἱππική. Ἐφαρμόσεις γὰρ εὐτέχνως, ὅπερ ἂν ἕλοιο τῶν ὠνομασμένων, τοῦ στίχου τὴν δύναμιν. Θεὸς οὖν ἄρα ἐστὶν ὁ τῶν δυνάμεων Κύριος, καὶ παρ' αὐτοῦ τὸ νικᾷν ἐστιν· ἐκρύεται δὲ καὶ ἀνασώζει ῥᾳδίως