Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.877
Not analysed yet
μονίων ἔθνη, πικρὰ καθ' ἡμῶν ἐσκέπτοντο· πλείστη γὰρ ἦν ἡ τοῦ θανάτου πάγη πανταχοῦ, καὶ οἱ τῆς ἁμαρτίας βρόχοι διεῤῥιμμένοι. «Ἐν ὁδῷ γὰρ, φησὶ, ταύτῃ ᾗ ἐπορευόμην ἔκρυψαν παγίδα μοι·» καὶ οὐκ ἦν διαφυγεῖν τῆς ἐκείνων σκαιότητος τὰ ἐπιτηδεύματα. Προσεκύνουν μὲν γὰρ οἱ ἄνθρωποι αὐτοῖς τε τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ μὴν καὶ ξύλοις, καὶ λίθοις, καὶ τοῖς τοῦ κόσμου στοιχείοις· καὶ οὐκ ἦν ἐν αὐτοῖς ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνὸς, ἐν ταῖς οὕτω δειναῖς ἀῤῥωστίαις πεπιεσμένων ἁπάντων, καὶ ἰσχύοντος οὐδενὸς τῆς ἐκείνων πλεονεξίας ἀπολῦσαι τὸν αὐχένα· ἤθελον γὰρ ἡμῶν κατάρχειν αὐτοί. Διεσκέδασε δὲ αὐτῶν τὰς βουλὰς τῶν ἀρχόντων· ἐξείλετο γὰρ καὶ σέσωκεν, αἰχμαλώτους ὄντας ἐλυτρώσατο, καὶ τυραννικῶν ἀπαλλάξας βρόχων, τοῖς ἰδίοις ἐγκατέδησε ζυγοῖς. Ἀνεκεφαλαιώσατο γὰρ ἐν Χριστῷ τὰ πάντα, καὶ τῆς κατὰ πάντων ἀρχῆς ἀπεσόβησε τὸν Σατανᾶν. Καὶ οὐ μέχρι τινὸς, ἤτοι χρόνων μεμετρημένων, ἐν τούτοις ἐσόμεθα, ἀλλ' εἰς αἰῶνας παρατείνει μακρούς τε καὶ ἀπεράντους ἡ παρ' αὐτοῦ χάρις. «Ἃ γὰρ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, φησὶ, τίς διασκεδάσει;» Οὐκοῦν «ἡ βουλὴ τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα, καὶ οἱ λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν.» Οὐ γὰρ ὑφ' ἑτέρῳ πάλιν ἐσόμεθα, ἀλλ' αὐτὸς καὶ μόνος ἡμῶν κατάρξει Χριστός· βασιλεύσει γὰρ εἰς τοὺς αἰῶνας· καὶ, ὡς ὁ Ψάλλων φησὶν, «Αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς αἰῶνας.» Μακάριον τὸ ἔθνος οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ. (G f. 68 b) Μακάριος ὁ λαὸς, ὁ μηδένα μὲν τῶν ψευδωνύμων θεῶν εἰδὼς ἢ ὀνομάζων ἔτι, Κύριον δὲ καὶ Θεὸν ἐπιγραψάμενος τὸν φύσει καὶ ἀληθῶς, καὶ αὐτῷ τὴν οἰκείαν καταζεύξας ψυχήν· οὕτω τε ἐξειλεγμένος, ὥστε καὶ κλῆρον γενέσθαι καὶ μερίδα Θεοῦ Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος. (B f, 102, C f. 68 b) Τοῦτο, οἶμαι, ἔστιν τὸ καὶ ἑτέρωθί που δι' ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον, ὡς πρὸς ἡμᾶς τοὺς ἐν Χριστῷ κεκλημένους εἰς δικαίωσιν, «καὶ ἐπισκέψαι ἡμᾶς ἀνατολὴ ἐξ ὕψους.» Ἀκούω δὲ πάλιν καὶ τοῦ θεσπεσίου Δαβὶδ ψάλλοντός τε καὶ λέγοντος πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· Ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου. Σωτήριον δὲ τοῦ Θεοῦ καὶ Πατρὸς ὠνόμασταί τε καὶ ἔστιν ἀληθῶς ὁ Υἱός. Ἀλλ' ἔπεμψεν ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ ἐξ οὐρανοῦ καθάπερ τι φῶς καὶ λαμπάδα τὴν δικαιοσύνην καὶ τὸ σωτήριον ἑαυτοῦ, τουτέστιν τὸν Υἱόν· δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, καὶ τὸ θεῖόν τε καὶ νοητὸν τεθεάμεθα φῶς. Οὐκοῦν ἡ ἐνανθρώπησις τοῦ Λόγου νοοῖτ' ἂν εἰκότως ἐπίσκεψις εἶναι τοῦ Θεοῦ καὶ Πατρὸς, ἤγουν ἐπίβλεψις ἐνθάδε λεγομένη. [Ἐπιτήρει δὲ ὅτι γενέσθαι δεῖ, φησὶ, τὴν ἐπίβλεψιν τὴν ἐξ οὐρανῶν οὐκ ἐπὶ μόνον τὸν Ἰσραὴλ, καθὰ καὶ πάλαι μεσιτεύοντος τοῦ πανσόφου Μωϋσέως, ἀλλ' ἐπὶ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοὺς κατοικοῦντας τὴν οἰκουμένην. Κέκληται γὰρ εἰς σωτηρίαν διά γε τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ τῶν ἐθνῶν ἡ πληθὺς, ἡ κατὰ πᾶσαν οὖσα τὴν γῆν· γενικωτάτη