Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.892
Not analysed yet
Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. (C f. 71) Ἐπειδὴ ἀρχὴ πρὸς τὴν ἀνάληψιν τῶν καλῶν, ἡ ἀναχώρησις τῶν κακῶν, ἔστιν ὅτε οὐ κακοποιεῖ μέν τις, οὐ μὴν οὐδὲ ἀγαθοποιεῖ. Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. (B f. 110 b, C f. 71 a, b) Ἐφορᾷ μὲν τοὺς δικαίους ὁ Κύριος, καὶ τῆς ἄνωθεν ἐποπτείας ἀξιοῖ τοὺς τὰ αὐτοῦ [cod. αὐτῷ] φρονεῖν ᾑρημένους. Ἀνευρύνει δὲ καὶ τὸ οὖς ταῖς παρ' αὐτῶν ἱκετείαις. Ἐπιφέρει τε τὸ πρόσωπον ἐπὶ τοὺς τῶν φαύλων ἐργάτας, οὐχ ἵνα μᾶλλον ὠφελῇ διὰ τῆς ἐποπτείας αὐτοὺς, καθάπερ ἀμέλει καὶ ἐπὶ τῶν δικαίων ἐλέγομεν, ἀλλ' ἵν' ἐκ γῆς ἐξολοθρεύσειεν αὐτῶν τὸ μνημόσυνον· γῆς δὲ οὐχὶ πάντως τῆς ὑπὸ πόδας ἡμῖν κειμένης, ἐκείνης δὲ μᾶλλον περὶ ἧς φησιν ὁ Σωτήρ· «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν.» Οὐ γὰρ βάσιμος τοῖς πονηροῖς ἡ ἄνω πόλις, οὔτε μὴν τῶν ἁγίων ὁ κλῆρος ἐκνεμηθήσεταί τινι τῶν φιλαμαρτημόνων· μερὶς γὰρ οὐδεμία πιστῷ μετὰ ἀπίστου, καθ' ἃ γέγραπται. Ἐφορᾷ τοίνυν, φησὶν, τοὺς δικαίους ὁ Κύριος ἱλαρῷ δηλονότι βλέμματι, καθ' ἃ καὶ φιλόπαις πατὴρ ἐπιτηρῶν πανταχοῦ μὴ ἄρα πως περιπταίσειαν σκανδάλοις βιωτικοῖς [al. cod. διαβολικοῖς], ἤγουν ἁλώσιμοι γένοιντο τοῖς ἐκείνου βρόχοις· διανευρούμενοι δὲ μᾶλλον τῇ παρ' αὐτοῦ χάριτι, ὡς πᾶν ὁτιοῦν τῶν ἀρίστων ἀμογητὶ διατρέχωσιν. Ἐπιφέρει δὲ τὸ πρόσωπον τοῖς πονηροῖς, ὡς ἂν νοοῖτο Δεσπότης πλημμελοῦσιν οἰκέταις καὶ προσκεκρουκόσιν αὐτῷ πολυτρόπως, σκληρόν τε καὶ ἀμειδὲς ἐνερείδων τὸ ὄμμα καὶ οἷον ἀπειλοῦν αὐτοῖς, ὡς ὅσον οὐδέπω, ἤγουν παραυτίκα, τὰς ἐσχάτας ὑπομένουσι δίκας. [Ὅτι καὶ ἑτοιμότατα κατανεύει Θεὸς ταῖς τῶν ἀγαπώντων αὐτὸν ἱκετ[ε]ίαις, καὶ εἰς πέρας αὐτοῖς τὸ πολύευκτον ἐκβιβάζει τὰ αἰτήματα, διαδείκνυσι σαφῶς. Δύο γὰρ τίθησιν ἰσάμιλλά τε καὶ ἰσοπαλῆ δωρήματα, τό τε εἰσακοῦσαί φημι τὸν Θεὸν τῆς δικαίων εὐχῆς, καὶ τὸ ἀπαλλάττειν αὐτοὺς οὐκ ἐκ μιᾶς ἁπλῶς, ἀλλ' ἐξ ἁπάσης θλίψεως, αἵπερ ἂν αὐτοῖς συμβαίνουσιν. Ὀνίνησι δὲ διὰ τούτου σφόδρα. Καθίστησι γὰρ εἰς ἀγαθουργίαν εὐτολμωτάτως καὶ νεανικῶς, οὐ παρέργως ἰόντας εἰς τοῦτο, οὔτε μὴν ἀτημελῶς καὶ ῥᾳθύμως, ἀλλὰ σπουδῆς τῆς προθυμοτάτης ἀξιοῦντας τὸ σῶμα, καὶ πρὸς ἔφεσιν ἀναβαίνοντας τοῦ χρῆναι τληπαθεῖν ὑπέρ γε τοῦ κατορθοῦν ἅπερ ἂν ἀρέσκει Θεῷ.] Ἐκ πασῶν τῶν θλίψεων ἐῤῥύσατο αὐτούς. (C f. 71 b) Οὐκ ἐκ μιᾶς ἀλλ' ἐξ ἁπάσης αὐτῶν θλίψεως αὐτοὺς ἐῤῥύσατο. Καθίστησι γὰρ εἰς ἀγαθουργίαν εὐτολμωτάτους, πρὸς ἔφεσιν ἀναβαίνοντας τοῦ τληπαθεῖν. Ἐγγὺς ὁ Κύριος. (C f. 71 b) Πειρᾶται ἐνταῦθα δεικνύειν, ὅτι οὐκ ἄπεστι τῶν ἁγίων ὁ Θεὸς, σύνεστι δὲ μᾶλλον αὐτοῖς διαπαντός. «Θεὸς γὰρ ἐγγίζων ἐγώ εἰμι,» λέγει. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων. (C f. 71 b) Ἀεὶ οἱ τῶν φαύλων ἐργάται τοὺς ὀδόντας ἐπιτρίζουσι τοῖς εὐαγγελικὴν κατορθοῦσι