Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.893
Not analysed yet
ζωὴν, καὶ θηριοπρεπῶς ἐπιμαίνονται. Παροτρύνει δὲ καὶ ὁ Σατανᾶς κατασωρεύειν τὰς τῶν ἁγίων θλίψεις· πλὴν ἐξ αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν. (C f. 71 b) Ὀστᾶ τὰς τῆς ψυχῆς δυνάμεις λέγει, τὰς ἐπὶ παντὶ πράγματι καλῷ τε καὶ ἀγαθῷ. Ὡς γὰρ ὀστῶν δίχα τῶν αἰσθητῶν, οὐκ ἂν συσταίη τὸ ἀνθρώπινον σῶμα, οὕτως οὐδ' ἀνθρώπου ψυχὴ κατορθώσειέ τι τῶν ἀγαθῶν, μὴ τὰς ἑαυτῆς ἐνεργείας ἐῤῥωμένας ἔχουσα, καὶ κατ' οὐδένα τρόπον συντεθραυσμένας. (B f. 112) Ἐν μὲν τοῖς φιλαμαρτήμοσιν καὶ φιληδόνοις καὶ ταῖς τοῦ παρόντος βίου τύρβαις ἐνειλημμένοις [καὶ] συντετριμμένοις, πῶς ἔστιν ἤδη τὰ τῆς ψυχῆς ὀστᾶ; Τὰ δέ γε τῶν ἁγίων ὁ Κύριος φυλάττει, ὡς μηδ' ὁτιοῦν ἐξ αὐτῶν ὑπομεῖναί τινα συντριβήν· ἢ τῆς τοῦ διαβόλου σκαιότητος ἐπενεχθείσης αὐτοῖς, ἢ ἀνθρώπων πονηρῶν κατεξανιστάντων αὐτοῖς θορύβους καὶ περιστάσεις καὶ διωγμούς. «Οὐαὶ γὰρ τῷ κόσμῳ, φησὶν ὁ Σωτὴρ, ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γὰρ τοῦ ἐλθεῖν τὰ σκάνδαλα.» Καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπ' αὐτόν. (B f. 112 b, C f. 71 b) Τὸ μηδ' ὅλως πλημμελεῖν, οὐδενὶ τῶν ἐπὶ γῆς ἁρμόσειεν ἄν· «Πολλὰ γὰρ πταίομεν ἅπαντες·» καὶ, «Ἀπὸ ῥύπου καθαρὸς οὐδεὶς, οὐδ' ἂν μία ἡμέρα ᾖ ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς.» Τετήρηται δὲ μόνῳ τῷ πάντων Σωτῆρι Χριστῷ· Θεὸς γὰρ ἦν ἐν εἴδει τῷ καθ' ἡμᾶς. Ἔξω γε μὴν καὶ ἡμεῖς ἐσόμεθα τοῦ πλημμελεῖν, παραιτούμενοι τὰ φορτικὰ καὶ δύσοιστα καὶ πρὸς θάνατον ἄγοντα τῶν πλημμελημάτων. Οὐ γὰρ πᾶσα ἁμαρτία πρὸς θάνατον (cod. B. addit κατὰ τὴν ἁγίου φωνήν). ΨΑΛΜΟΣ ΛΔʹ. [Δίκασον, Κύριε. Δικάζεται πρὸς τοὺς Ἰουδαίους ὁ τῶν ὅλων κριτὴς, καὶ οἷόν τινα μεσίτην τοῦ πράγματος γενέσθαι βούλεται τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν. Ἀλλ' ὅ γε θεσπέσιος Δαβὶδ δύσσοον ἀληθῶς τὸ χρῆμα εἰδὼς, προσέπιπτε Θεῷ λέγων· «Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου.» Νικᾷ γὰρ κρινόμενος, καὶ περιέσται ῥᾳδίως τῶν ἐγκαλουμένων, ἐνόχους ὄντας ἀποδεικνύς. Οἱ δὲ δὴ Χριστὸν ἀδικήσαντες, νοηθεῖεν ἂν, ὡς ἔφην, τῶν Ἰουδαίων οἱ δῆμοι. Ἀπέστειλεν μὲν γὰρ τὸν Υἱὸν ὁ Πατὴρ μετὰ τοὺς οἰκέτας, αἰτήσοντα παρ' αὐτῶν τοὺς τοῦ ἀμπελῶνος καρπούς· οἱ δὲ καίτοι τὸν κληρονόμον ἰδόντες, πονηρὰ ἀντὶ ἀγαθῶν ἀπεδώκασιν αὐτῷ.] Πολέμησον τοὺς πολεμοῦντάς με. (B f. 113) Ἄθρει δὴ οὖν ὅπως πεπολεμήκασιν αὐτῷ, καὶ τοῦ εἶναι Θεὸν, καὶ Υἱὸν Θεοῦ, τό γε ἧκον εἰς αὐτοὺς, ἐκπέμποντες. Καὶ πρὸς τούτοις ἕτι τῶν