Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.904
Not analysed yet
μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Ὠνομάζοντο δὲ καὶ υἱοὶ τῶν ἁγίων προφητῶν, οἱ κατὰ διάθεσίν τε καὶ μάθησιν οἰκεῖοι καὶ προσεδρεύοντες αὐτοῖς. Ὅτι γὰρ οὐ συνεχώρουν ὑπὸ Χριστοῦ μαθητεύεσθαί τινας οἱ καθηγεῖσθαι λαχόντες τῶν Ἰουδαϊκῶν ταγμάτων, σαφὲς ἂν γένοιτο κἀντεῦθεν ἀκονιτί. Προσεφώνουν μὲν γὰρ, ὡς ἔφην, τοῖς ὄχλοις, ὅτι «Δαιμόνιον ἔχει καὶ μαίνεται;» τί ἀκούετε αὐτοῦ, Ἔτυπτον δὲ καὶ τοὺς ἁγίους ἀποστόλους ἐν συνεδρίῳ πολλάκις, ἐγκαλοῦντες αὐτοῖς τὴν μυσταγωγίαν. [Ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν. Ὁποῖος δέ ἐστιν ὁ πένθους τρόπος, παρά γε τοῖς τὴν ἁγίαν κατορθοῦν εἰωθόσι ζωὴν, οὗτος ὁ στίχος εὗ μάλα διατρανοῖ. «Ἐταπείνουν γὰρ ἐν νηστείᾳ τὴν ψυχήν μου,» φησί. Καὶ ἐντεῦθεν τὸν τοῦ πένθους παραχρῆμα δεικνύει καρπὸν, καὶ τῶν ἁγιοπρεπῶν ἱδρώτων τὴν ὄνησιν.] Ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. (B f. 117) «Ἡ προσευχή μου γὰρ, φησὶν, εἰς κόλπον μου ἀποστραφήσεται, τουτέστιν οὐκ ἄπρακτος οὐδὲ ἀνήνυτος γέγονεν παρὰ Θεῷ, δεκτὴ δὲ μᾶλλον, καὶ οἷον εἰς κόλπον δοθεῖσα τοὺς ἐμούς. Εἰθίσμεθά πως ἐν κόλπῳ δέχεσθαι τὰ παρ' ὅτου οὖν προσφερόμενα δῶρα. Ὅτι γὰρ τὰς τῶν ὁσίων ἱκετηρίας προσίεται Θεὸς, πῶς ἂν ἐνδοιάσειέ τις; αὐτοῦ λέγοντος ἐναργῶς ποτὲ μὲν, ὅτι, «Κέκραξον πρός με καὶ εἰσακούσομαί σου·» ποτὲ δὲ πάλιν ἑκάστῳ τῶν προσαγόντων τὰς ἱκετηρίας· Ἔτι σοῦ λαλοῦντος ἐρῶ· Ἰδοὺ πάρειμι. (Cod. M. f. 55) Ἀντὶ τοῦ, Προσευχόμενος, ἐδεχόμην παρὰ τοῦ Θεοῦ τὰς αἰτήσεις, καὶ τὸν κόλπον μου ἐπλήρουν. Τοῦτο σημαντικὸν ἂν εἴη τοῦ ἐναπομεῖναι ἐκείνους τῇ ἁμαρτίᾳ· οὐδὲν γὰρ ὠφελήθησαν, φησὶ, τῇ ὑπερβολῇ τῆς ἀνοίας τὴν προσευχὴν ὥσπερ εἰς ἑαυτὸν ἐπανακάμψαι ποιήσαντες. [Ὡς πλησίον, καὶ ὡς ἀδελφόν. Ἑκάστῳ, φησὶν, οὕτως ἀρέσειν ἐσπούδαζον, ὥστε δοκεῖν εἶναί τινα τῶν ἀγχιστέων καὶ τῶν τεταγμένων εἰς ἀδελφούς.] Διεσχίσθησαν, καὶ οὐ κατηνύγησαν. (B f. 117 b) Τουτέστιν ἀκαμπὴς ἀπομεμένηκεν καὶ ἀφιλοικτίρμων ὁ νοῦς αὐτοῖς. Πλὴν ἐγὼ, φησὶν, οὐκ ἔγνων. Τί δὲ οὐκ ἔγνων; Τὴν αἰτίαν δηλονότι δι' ἣν αἱ μὲν μάστιγες κατεῤῥήγνυντο· οἱ δὲ οὐ κατηνύγησαν. Οὐδὲν γὰρ, ὡς ἔφην, ἐγκαλεῖν ἔχοντες, ἐπεμαίνοντο τῷ Χριστῷ. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· «Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι;» Οὐκοῦν ἁμαρτίαν ἐμαυτοῦ, φησὶν, οὐδεμίαν ἔγνων. Ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμόν. (B f. 117 b) Ὁ τοῖς εὐαγγελικοῖς συγγράμμασιν ὁμιλῶν, εὑρήσει καὶ τοῦτο τολμήσαντας Ἰουδαίους κατὰ τοῦ καλέσαντος εἰς ζωὴν, δῆλον δὲ ὅτι Χριστοῦ.