Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.905
Not analysed yet
Μυρίας γὰρ καὶ πικρὰς ἐπεσώρευον αὐτῷ τὰς θλίψεις· καὶ προσεῖσαν πλεισταχοῦ, διδάσκαλον μὲν ἀποκαλοῦντες αὐτὸν, ἀρτύοντες δὲ παγίδας καὶ βρόχους. Ἐπέπεμψαν γὰρ ὁμοῦ τοῖς ἰδίοις μαθηταῖς τοὺς Ἡρωδιανοὺς λέγοντες· «Οἴδαμεν ὅτι ἐν ἀληθείᾳ τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπου. Ἔξεστι δοῦναι φόρους Καίσαρι, ἢ οὔ;» Ποτὲ δὲ καὶ νομικὰς προτάσεις προσάγοντες καὶ φιλομαθείας δόκησιν ἑαυτοῖς περιπλάττοντες ἐζήτουν τι θηρεῦσαι ἐκ τοῦ στόματος αὐτοῦ, καθ' ἃ γέγραπται. Ἀλλ' ἤκουον τότε· «Τί με πειράζετε, ὑποκριταί;» Οὐ γὰρ ἦν δύνασθαι λαθεῖν τὸν εἰς καρδίαν ὁρῶντα καὶ νεφροὺς, καὶ εἰδότα τὰ κεκρυμμένα. Ὅτι δὲ καὶ ἐξεμυκτήρισαν αὐτὸν, χαλεπὸν οὐδὲν ἐκ τῶν περὶ αὐτοῦ γεγραμμένων ἰδεῖν. Ὁ μὲν γὰρ τῶν ὅλων Σωτὴρ καὶ Κύριος· «Ἀμὴν, ἀμὴν, φησὶν, λέγω ὑμῖν· ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον·» προσετίθει δὲ ὅτι «Θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα.» Οἱ δὲ ὑπήντουν σκληροὶ καὶ ἀγέρωχοι, καὶ ἐκ πολλῆς ἄγαν ἀσυνεσίας οὐ συνιέντες τὸ εἰρημένον, ἀντανίσταντο λέγοντες· «Ἀβραὰμ ἀπέθανεν, καὶ οἱ προφῆται ἀπέθανον, καὶ σὺ λέγεις· Ἐάν τις τὸν λόγον μου ἀκούσῃ, θάνατον οὐ μὴ ἴδῃ εἰς τὸν αἰῶνα; τίνα σεαυτὸν ποιεῖς;» [Οὐκοῦν ποτὲ μὲν ἐπείραζον, ποτὲ δὲ καὶ ἐξεμυκτήριζον ἐπιβρύχοντες αὐτῷ τοὺς ὀδόντας, καὶ μανίας διαβολικῆς, καὶ δαιμονιώδους ὠμότητος ἐκμεμεστωμένην ἔχοντες τὴν καρδίαν. Ἀλλ', ὦ Κύριε, φησὶ, πότε ἐπόψῃ; Ἄθρει δέ μοι πάλιν κἀν τούτῳ τὸ τῆς ἀνθρωπότητος σχῆμα, καὶ τὸ τῆς κενώσεως μέτρον, εὖ μάλα τετηρημένον· ἵνα πάλιν ὑποτύπωσις ἐπιεικείας αὐτὸς εὑρίσκηται Χριστός· καίτοι γὰρ δυνάμενος ὡς Θεὸς τὴν ἰσοπαλῆ τοῖς Ἰουδαϊκοῖς τολμήμασιν ἐπιμετρῆσαι δίκην, τὸ χρῆναι τοῦτο δρᾷν ἀνατίθησι τῷ Πατρὶ, ἵνα καὶ εἰς ἡμᾶς ὀρθῶς λέγηται τὸ διὰ τοῦ θεσπεσίου Παύλου· «Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοὶ, ἀλλὰ δότε τόπον ὀργῇ.»] Ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν. (B f. 118) Τῆς Ἰουδαίων ἀνοσιότητος διαμνημονεύσας πανταχοῦ, πλεῖστά τε ὅσα περὶ τοῦ σωτηρίου πάθους εἰπὼν, εἰσκεκόμικεν ἀναγκαίως διὰ τῆς τῶν προκειμένων ἐννοίας καὶ τὸν περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως ἐπ' αὐτοῦ λόγον. Χάριτι μὲν γὰρ Θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου, κατὰ τὸ γεγραμμένον. Πλὴν οὐ μεμήνηκεν τῷ θανάτῳ κάτοχος. Οὐκοῦν κἂν εἰ ὁ Πατὴρ ἀποκατασταθῆσαι λέγοιτο, ἀλλ' ἐν Υἱῷ καὶ τοῦτο πεπρᾶχθαι φαμέν· σοφία γάρ ἐστι Θεοῦ καὶ δύναμις τοῦ Πατρός. Ἀπὸ λεόντων τὴν μονογενῆ μου. (B f. 118 b) Λέοντας φησὶν ἢ τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις, αἱ μονονουχὶ κατεβρυχήσαντο τοῦ Χριστοῦ· ἢ τάχα που καὶ αὐτοὺς τοὺς τῶν Ἰουδαίων καθηγητάς. Οὕτω γὰρ αὐτῶν διαμνημονεύει