Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.920
Not analysed yet
ἐξ Ἰσραὴλ ὡς κατηχουμένων ἐκ τοῦ νόμου καὶ νοούντων τὰ διαφέροντα, κτηνῶν δὲ ὡς ἀλογωτέρων τῶν ἐξ ἐθνῶν. Παιδευθέντες γὰρ οἱ ἐξ Ἰουδαίων τὸ μυστήριον διὰ νόμου καὶ προφητῶν, ἐξέπεσον· οἱ δὲ οὐδέποτε ἀκηκοότες οἱ ἐξ ἐθνῶν, προελήφθησαν. Τούτου χάριν εἴρηκεν ὁ Δαβίδ· «Τὰ κρίματά σου ἄβυσσος πολλὴ,» ἤγουν ἀκατάληπτα καὶ ἀζήτητα παντελῶς· τὸ γάρ τοι πολυπραγμονεῖν ἑλέσθαι τὰ ὑπὲρ νοῦν τὸν ἀνθρώπινον, ἐπισφαλὲς καὶ ἐπιζήμιον. Γέγραπται γοῦν· «Βαθύτερά σου μὴ ζήτει·» καὶ πάλιν· «Μὴ σοφίζου περιττὰ, μήποτε ἐκπλαγῇς.» (B f. 123) Τῆς τοῦ Θεοῦ γαληνότητος τὸ ὑπερφερὲς, καὶ τῆς ἡμερότητος τὴν ἀπαράβλητον ὑπεροχὴν κὰν τούτῳ δὴ πάλιν ἔνεστιν ἰδεῖν. Καὶ γοῦν τὴν παρ' ἑαυτοῦ φειδὼ νέμειν ἀξιοῖ πᾶσι τοῖς παρ' αὐτοῦ γεγονόσιν, καὶ οὐχὶ μόνον ἀνθρώποις, ἀλλὰ γὰρ καὶ αὐτοῖς ἀλόγοις τῶν ζώων. Ἔφη γάρ που καὶ πρὸς τὸν θεσπέσιον Ἰωνᾶν· «Σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας οὐδὲ ἐκοπίασας, ἣ ὑπὸ νύκτα ἀπώλετο· ἐγὼ οὐ φείσομαι ὑπὲρ Νινευῆ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσιν πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν, οἵτινες οὐκ ἔγνωσαν δεξιὰν αὐτῶν ἢ ἀριστερὰν αὐτῶν, καὶ κτήνη πολλά;» Θαυμάζεται δὲ καὶ διὰ τῆς τοῦ ψάλλοντος λύρας, ὡς ἐξανατέλλων χόρτον τοῖς κτήνεσιν καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Ναὶ μὴν τὸν ἐπὶ τῷ Σαββάτῳ τιθεὶς νόμον, καὶ τὴν τοῦ χρῆναι παντελῶς ἐργάζεσθαι μηδὲν, διατρανῶν αἰτίαν, Ἵνα ἀναπαύσηται, φησὶν, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ τὸ ὑποζύγιόν σου, καὶ πᾶν κτῆνός σου. Εἰ δὲ δοκεῖ πως τοῖς εἰρημένοις ἀντιφέρεσθαι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς εἰρημένον· «Μὴ τῶν βοῶν μέλει τῷ Θεῷ;» φαμὲν, ὅτι τὰς ἐν τῷ νόμῳ σκιὰς ἀναιρεῖν ἀκόλουθον ὠδινούσας τὴν ἀλήθειαν, οὔτε μὴν ἀφιλοικτίρμονα νομίζειν εἶναι τὸν τῶν ὅλων Δημιουργόν. Ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός. (B f. 123) Ὅτε Θεὸς ὢν ὁ Λόγος ἐπέλαμψεν τοῖς ἐπὶ τῆς γῆς ἐν ὁμοιώματι ἀνθρώπων, καὶ τὸν ὑπὲρ τῆς ἁπάντων σωτηρίας ὑπέμεινε θάνατον, δῆλον δὲ ὅτι τὸν κατὰ σάρκα, τότε καὶ πεπλήθυνται τὸ ἔλεος τοῦ Θεοῦ. Οὐ γὰρ ἔτι μόνον ἐλυτρώσατο τὸν Ἰσραὴλ καθὰ πάλαι διὰ Μωσέως, ἀλλ' εἰς πάντας ἀνθρώπους ἡ τῆς σωτηρίας ἐκτέταται χάρις, σαγηνεύουσα διὰ τῆς πίστεως εἰς ἐπίγνωσιν ἀληθείας καὶ τοῦ κατὰ φύσιν ὄντος Θεοῦ, καὶ προσοικειοῦσα δι' ἁγιασμοῦ τῷ Θεῷ καὶ Πατρί. Ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσιν. (B f. 123) Γεγόναμεν τοίνυν ὑπὸ πτέρυγας, ἤτοι σκέπην τὴν ὑπὸ Χριστῷ, ὥστε λέγειν ἡμᾶς τὸ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων· «Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα, καὶ ἐκάθισα.» Καὶ αὐτὸς δή πού φησιν ὁ