Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.921
Not analysed yet
Σωτήρ· «Ἐγὼ ὡς ἄρκευθος πυκάζουσα.» Γεγόνασί γε μὴν ὑπὸ πτέρυγας αὐτοῦ. Πεπλήθυνται καὶ τὸ ἔλεος κατὰ τοὺς ἀρτίως ἡμῖν εἰρημένους τρόπους. Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. (A f. 190) Εἰ φῶς ἐστιν ἐκ φωτὸς τοῦ Πατρὸς ὁ Υἱὸς, πότε οὐκ ἦν ἐν τῷ Πατρὶ τὸ φῶς αὐτοῦ; Ὡς γὰρ ἀχώριστον τοῦ πυρὸς τὸ φωτίζειν, οὔτω καὶ τοῦ Πατρὸς τὸ ἐξ αὐτοῦ γεννώμενον φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. (A f. 190, B f. 124) Λιτὴν ἀνατείνει τὴν ὑπὲρ τῶν ἀγαπώντων τὸν Κύριον καὶ τὴν αὐτοῦ ἐπεγνωκότων ἐπιφάνειαν. Οἷς καὶ πρέποι ἂν τὸ ἐν παντὶ γενέσθαι καλῷ καὶ τοῖς παρ' αὐτοῦ χαρίσμασιν ἐντρυφᾷν· τοῖς μὲν οὗν γινώσκουσιν αὐτὸν, παρατείνεσθαι τὸ ἔλεος παρακαλεῖ· τοῖς δὲ τὴν καρδίαν εὐθέσι, τὴν δικαιοσύνην αὐτοῦ καθ' ἣν αὐτοῖς τὰ πρὸς ἀξίαν ἀπονεμηθήσεται. Εἶεν δ' ἂν οὐχ' ἕτεροι παρὰ τοὺς πρώτους οἱ δεύτεροι· τουτέστι παρὰ τοὺς γινώσκοντας οἱ εὐθεῖς. Ἕπεται γὰρ τῇ παρὰ Θεοῦ γνώσει τὸ καὶ εὐθῆ τὴν διάνοιαν ἔχειν, τουτέστι κατ' οὐδένα τρόπον διεστραμμένην. (C f. 76) Οἱ μὲν τὴν γνῶσιν μόνην ἔχοντες, τουτέστι τὴν πίστιν, ἐλέῳ δικαιοῦνται καὶ σώζονται· οἱ δὲ καὶ τὸ εὐθὲς ἐν ταῖς πράξεσι, τὸν τῆς δικαιοσύνης ἀπολαμβάνουσι στέφανον, ἤτοι τῆς ὁσίας ψήφου. Μὴ ἐλθέτω μοι ποῦς ὑπερηφανείας. (A f. 190 b) Ἔξω τοῦ πάθους ἀξιοῖ γενέσθαι. Ὅμοιον ὡσεὶ λέγοι· Παρατείνοντός σου τὸ ἔλεος εἰς ἐμὲ τὸν γινώσκοντά σε, καὶ τὴν δικαιοσύνην ἤτοι τὴν ὁσίαν ψῆφον ὀρέγοντος, μὴ κατολισθήσαιμί ποτε πρὸς τοῦτο σκαιότητος ἐννοιῶν, ὡς μέγα φρονεῖν ἑλέσθαι καὶ βαδίζειν ἐν ὑπεροψίᾳ, καὶ τὴν οὕτως ἐπισφαλῶς ἔχουσαν ἰέναι τρίβον. Μὴ δὲ παρακινησάτω με τῆς παρὰ σοὶ στάσεως πρᾶξις ἄτοπος. Καὶ χεὶρ ἁμαρτωλοῦ μὴ σαλεύσοι με. (B f. 124 b) Χεὶρ ἁμαρτωλοῦ διαβολικὴ ἐνέργεια· χεὶρ ἁμαρτωλοῦ ἡ τοῦ πλεονέκτου· χεὶρ ἁμαρτωλοῦ ἡ τοῦ δῶρα διδόντος ἐπὶ φθορᾷ καὶ λαμβάνοντος· χεὶρ ἁμαρτωλοῦ ἡ τοῦ ἱερέως τοὺς ἀναξίους τῷ θυσιαστηρίῳ προσάγοντος. Ὑπὸ ταύτης τῆς χειρὸς μὴ σαλευθῆναι, τουτέστι μὴ παρατραπῆναι, καὶ ἡμεῖς προσευξώμεθα· χρὴ γὰρ ἑδραίους καὶ ἀσαλεύτους ἐν τῇ δικαιοσύνῃ, κἂν παρανομῶσιν ἄλλοι, τοὺς νήφοντας κτᾶσθαι. Ἐκεῖ ἔπεσον πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. (A f. 190 b, C f. 76, Κυρίλλου καὶ Χρυσοστόμου.) Τὸ ἐκεῖ εἶπεν ἀντὶ τοῦ Ἀπὸ τούτου τοῦ πράγματος, τουτέστι τῆς ὑπερηφανίας· ἢ καὶ ἀντὶ τοῦ Ὅπου, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον· Μὴ γενοίμην ἐκεῖ ἔνθα οἱ σαλευθέντες πίπτουσι, καὶ πεσόντες ἐξωθοῦνται, καὶ ἐξωσθέντες οὐκέτι ἐπανελθεῖν δυνήσονται. Ἢ ἐκεῖ, τουτέστιν ἐν τῷ μέλλοντι βίῳ, κατὰ τό· «Ἐκεῖ ἔσται ὁ κλαυθμός.»