Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.925
Not analysed yet
χάνου φύσις; Βραχὺ γάρ πως ἀνθήσαντα τὰ τοιάδε μαραίνεται. Οὕτω πού φησι περὶ τῶν ἐν κόσμῳ λαμπρῶν· Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων· οἱ γὰρ ἐν δώμασι τικτόμενοι τῶν χόρτων, ῥίζαν οὐκ ἔχοντες, ἄκαρποί τέ εἰσι καὶ πρὸς μαρασμὸν ἑτοιμότεροι διὰ τοῦτο. —Οὐ δεῖ τοίνυν ταῦτα ζηλοῦν, ὧν τὰ μὲν ἐπ' ἀτιμίᾳ ῥίπτεται, τὰ δὲ πυρὶ παραδίδοται, τῆς ἀκμῆς τῆς προσκαίρου παυσάμενα, ὡς τὰ τῆς χλόης λάχανα, ἃ τὴν χρῆσιν ἐν τῷ χλοάζειν ἔχουσι· τούτοις γὰρ ἡ τῶν ἀνθρώπων εὐπραγία, διὰ τὸ σαθρὸν καὶ πρόσκαιρον ἔοικε· καὶ ὅτι πῦρ αὐτὴν τὸ τῆς γεέννης ἐκδέχεται. Ἁγιοπρεπὲς δὲ ζηλοῦν ἐκείνους, οἷς ἂν ἕποιτο διηνεκὴς ἡ παρὰ Θεοῦ δόξα τῇ τῶν ἀνδραγαθημάτων φιλονεικοῦσα λαμπρότητι. Ἔλπισον ἐπὶ Κύριον, καὶ ποίει χρηστότητα, καὶ κατασκήνου τὴν γῆν. (A f. 191 b, B f. 125 b, C f. 76 b) Τουτέστιν Ἀγάπησον τὸ εὐδοκιμεῖν, δίψησον τῶν ἱερῶν χαρισμάτων τὴν κτῆσιν, ἀγάπησον τὰ τοῖς ἁγίοις τετηρημένα καὶ παρὰ Θεῷ τεθησαυρισμένα. Ἢ τὸ μὲν κατασκήνου τέθεικεν ἀντὶ τοῦ κατασκηνώσεις. Γῆν δὲ ἐκείνην λέγει τὴν τοῖς πραέσιν ἐπηγγελμένην δηλονότι, ἐν ᾗ γεγονὼς ποιμανθήσῃ, φησὶν, ἐπὶ τῷ πλούτῳ αὐτῆς. Πλοῦτος δὲ τῆς τῶν πραέων γῆς, ἤτοι τῆς ἄνω πόλεως ἐν τοῖς οὐρανοῖς, ἡ τῶν θείων χαρισμάτων ἀμφιλαφὴς χορηγία, καὶ τὸ τελείως ἔχον ἐν τούτοις. Τάχα δὲ σκηνῇ ἀπεικάζει τὸν πρόσκαιρον βίον, καὶ βούλεται ἡμᾶς χρᾶσθαι αὐτῷ ὡς σκηνῇ κατὰ πάροδον, κυριεύοντας αὐτοῦ οὐ κυριευομένους ὑπ' αὐτοῦ, καὶ πρὸς τὸ συμφέρον οὐ πρὸς ἡδονὰς ἀποχρωμένους· οὕτω γὰρ ποιμανθησόμεθα ὑπὸ ποιμένι καλῷ. Εἴ τις πλοῦτός ἐστιν ἐν ἀνθρώποις θείων δογμάτων, τοῦτον καρπούμενοι, ὥστε λέγειν· «Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.» Κατατρύφησον τοῦ Κυρίου. (B f. 126) Οἱ δὲ κατατρυφῶντες Χριστοῦ, καὶ τῶν παρ' αὐτοῦ χαρισμάτων ἔμπλεω τὴν διάνοιαν ἔχοντες, εἰς πέρας ἐνηνεγμένων τῶν ἀγαθῶν θελημάτων αὐτοῦ, γυμνὴν καὶ ἀναμφίεστον τῷ Θεῷ τὴν ἑαυτῶν δεικνῦσιν ὁδὸν, τουτέστι τῆς πολιτείας τὸν τρόπον. [Τρυφὴ τοιγαροῦν, ὡς ἔφην, τὸ ἔνοικον ἔχειν τὸν τὰ πάντα ζωογονοῦντα τοῦ Θεοῦ Λόγον, τὸν ἄρτον τῆς ζωῆς, τὸν ἐξ οὐρανοῦ καταβάντα, καὶ ζωὴν διδοῦντα τῷ κόσμῳ. Αὐτὸν ἔχοντες ἐν ἑαυτοῖς, λήψονται πάντως τὰ αἰτήματα τῆς ἑαυτῶν καρδίας, τότε δυνήσονται καὶ ἀποκαλύπτειν αὐτῷ τὴν ὁδὸν αὐτῶν. Ἐποπτεύει μὲν γὰρ ὁ τῶν ὅλων Θεὸς τὴν τῶν σεβομένων αὐτὸν εὐαγῆ πολιτείαν, ἀποστρέφεται τὴν τῶν οὐκ ὀρθῶς διαζῇν ἑλομένων.] Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου, καὶ ἔλπισον ἐπ' αὐτὸν, κ. τ. λ. (A f. 192 b, C f. 76 b) Ἔσο, φησὶ, φανερὸς τὴν ἀρέσκουσαν αὐτῷ βαδίζων ὁδὸν, τουτέστι γυμνὴν καὶ