Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.924
Not analysed yet
Ἐξώσθησαν, καὶ οὐ μὴ δύνωνται στῆναι. (B f. 124 b) Δεῖ δὴ οὖν ἅρα προσιόντας Θεῷ τῶν μὲν ἀγαθῶν ποιεῖσθαι τὴν αἴτησιν, παραιτεῖσθαι δὲ καὶ τὸ ἁλῶναι ψυχικοῖς ἀῤῥωστήμασιν, καὶ τὸ ὑπὸ χεῖρα γενέσθαι δαιμονικὴν τὴν ἀεὶ σαλεύουσαν καὶ τοὺς ἑστάναι δοκοῦντας εἰ ῥᾳθυμοῦντες εὑρίσκοιντο, καὶ οὐκ ἐῶσαν στῆναι τοὺς διὰ πλείστην ὅσην ἀσέβειαν ἐξωσθέντας παρὰ Θεῷ· ὃ δὴ πέπονθεν ὁ κατὰ σάρκα Ἰσραὴλ πεπαρῴνηκεν γὰρ ἀφορήτως εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν. ΨΑΛΜΟΣ Λϛ Ψαλμὸς τῷ Δαβίδ. (A f. 190 b) Ἠθικός ἐστιν ὁ ψαλμὸς καὶ θεραπευτικὴν ἡμῶν τῆς ψυχῆς διδασκαλίαν περιέχων, εἰσηγούμενος τῷ νέῳ λαῷ ἀποχὴν μὲν τῶν πονηρῶν, ἐπιτήδευσιν δὲ τῶν ἀγαθῶν, ἐξ ἑκατέρων πείθων ἔκ τε τῆς τοῖς ἀγαθοῖς ἀποκειμένης ἐλπίδος, ἔκ τε τῆς τοῖς πονηροῖς τεταμιευμένης κολάσεως. Ἀνακείσεται μέν τοι τῷ Δαβὶδ μονονουχὶ κατεπᾴδοντι τοῖς ὀρθότητος ἐρασταῖς καὶ παροτρύνοντι αὐτοὺς εἰς τὸ μεταποιεῖσθαι προθύμως τῆς οὐκ ἀθαυμάστου ζωῆς. Ποιεῖ δὲ τοῦτο ἐπὶ καιροῦ· ἐν μὲν γὰρ τῷ τετελεσμένῳ ψαλμῷ πλείστη γέγονε κατάῤῥησις παντὸς παρανόμου· ἐν δὲ τῷ προκειμένῳ νουθεσίαν ἡμῖν εἰσκομίζει, ἀποφέρουσαν μὲν τῆς πρὸς ἐκείνους ταυτοεργίας, ἀναβιβάζουσαν δὲ πρὸς τὸ ἄμεινον. [Οὐ γάρ τοι φαίην ἂν εἶναί πως ἀξιοζήλωτα τοῖς ἐθέλουσι ζῇν ἁγιοπρεπῶς τὴν τῶν πονηρευομένων πρόσκαιρον εὐημερίαν. Ἐννοεῖν δὲ χρὴ μᾶλλον, εἰς οἷον αὐτοῖς ἐκβήσεται πέρας, τὸ διαβιοῦν ἑλέσθαι κακῶς, καὶ ἀπᾴδειν τῷ Θεῷ] Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν. (A f. 191) Μήτε πάλιν μιμοῦ ἢ μακάριζε τοὺς τοιούτους εὐθηνοῦντας ὁρῶν· πρὸς ὀλίγον γὰρ ἀνθοῦντες, ξηραίνονται· πᾶσα γὰρ σὰρξ χόρτος. Τί οὖν ἔχουσι ζηλωτὸν οἵτινες πρὸς ὀλίγον ἀνθήσαντες, αὔριον εἰς κλίβανον βάλλονται, καθ' ἅ φησιν ὁ Σωτήρ; Οὐ γάρ τοι φαίην ἂν εἶναί πως ἀξιοζήλωτον τοῖς ἐθέλουσι ζῇν ἁγιοπρεπῶς τὴν τῶν πονηρευομένων πρόσκαιρον εὐημερίαν· ἐννοεῖν δὲ χρὴ μᾶλλον, εἰς οἷον αὐτοῖς ἐκβήσεται πέρας τὸ διαβιοῦν ἑλέσθαι κακῶς, καὶ ἀπᾴδειν τῷ Θεῷ. Μὴ τοίνυν ζήλου τοὺς τοιούτους, φησὶν, μὴ δὲ κατερεθίζου πρὸς μίμησιν τῶν φιλαμαρτημόνων. Κἂν εἰ δοκοῖεν ἔχειν τὰς ἐν τῷ παρόντι βίῳ τρυφὰς, κἂν ἴδῃς ἀσεβῆ εὐπράττοντα, φεῦγε τὴν ἰσοτροπίαν, εἰς τὰ ἐσόμενα βλέπων· οὐ γὰρ ἐν τούτοις ἔσται διηνεκῶς τὰ πράγματα. Διὸ ἐπάγει· Ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται. (A f. 191 b) Παραινεῖ φεύγειν πονηρίαν, ἔκπτωσιν εἷναι παντὸς ἀγαθοῦ, ταύτης ὑπογράφων τὸ τέλος. Τί δὲ οὕτως εὐμάραντον ὡς χόρτος ἀγροῦ, καὶ λα-