Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.941
Not analysed yet
σαντας. Οὐ γὰρ πᾶσα ἁμαρτία πρὸς θάνατον, καθ' ἂ γέγραπται. Οὐκοῦν εἴ τι πάθοι τοιοῦτον ὁ δίκαιος, ἀντιστηρίζει Θεὸς, τὴν αὐτοῦ χεῖρα προτείνων τὴν ἀνέχουσαν πρὸς τὸ εὖ εἶναι· ἧς οὐκ ἐπαμυνούσης, ἀτονήσει πᾶς νοῦς· ἀντιστηριζούσης δὲ καὶ διακρατούσης φιλαγάθως, εὐτονήσει πάντως τὸ ἀσθενὲς καὶ ἀνανήξεται τὸ βεβαπτισμένον. Νεώτερος ἐγενόμην, καὶ γὰρ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον. (A f. 199, B f. 130) Ἀξιόχρεως τῶν λεγομένων ὁ μάρτυς, ἄτε δὴ καὶ ὑπάρχων πνευματοφόρος, καὶ τῇ τῆς προφητείας χάριτι στεφανούμενος, καὶ ὡς ἐν μήκει χρόνου διὰ πολλῆς ἐλάσας πραγμάτων πείρας, ὃ μεμάθηκεν ἀκριβῶς, ταῖς παρ' αὐτοῦ ψήφοις διακυροῦν εὖ μάλα βεβουλημένος· Ἐκ νεότητος, φησὶν, εἰς δεῦρο, γεγήρακα γὰρ, οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον. Ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος. (A f. 200) Καὶ ἑτέρως δὲ δανείζει ὁ δίκαιος τὰ ἐν ἠθικαῖς ἐντολαῖς, ἐπὶ τῷ τοὺς εἰληφότας δι' ἔργων τὸν καρπὸν ἀποδοῦναι τοῦ δάνους. Καρποί γε μὴν τῶν ἀγαθῶν δανεισμάτων ἕψονται παρὰ Θεοῦ τοῖς δεδανεικόσιν αὐτῷ, τὸ μήτε αὐτοὺς ἐγκαταλειφθῆναι πώποτε διὰ τὸ εἶναι κοινωνικοὺς καὶ εὐμεταδότους, μήτε τὸ σπέρμα αὐτῶν, ἤτοι τοὺς ἐξ αὐτῶν υἱοὺς ἢ κατὰ σάρκα νοουμένους, ἢ κατὰ μαθητείαν καὶ ταυτοεργίας, δεδεῆσθαι τῶν ἀναγκαίων εἰς ζωὴν, ἀλλὰ τῆς θείας αὐτοὺς εὐλογίας μετεσχηκέναι. Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν, καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος. (A f. 200, B f. 130 b) Πολιτείας ἡμῖν ἀκραιφνοῦς ἐξηγεῖται τρόπον, καὶ τοῖς εὐαγγελικοῖς οὐκ ἀπᾴδοντα νόμοις. Ὁ μὲν γὰρ παλαιὸς νόμος ἀπεσόδει μὲν τοῦ κακοῦ, οὐ μὴν εἰσεκόμιζε τοῖς παιδευομένοις τὸ τελέως ἀγαθὸν, ἤγουν τῆς ἀμωμήτου ζωῆς τὴν εἴδησιν. Ἔσται δὲ τοῦτο ἡμῖν ἐναργὲς, εἰ τοῖς τοῦ Σωτῆρος λόγοις ἀκριβῶς τὴν διάνοιαν ἐπιστήσαιμεν. Ἔφη γὰρ ὡδὶ, τῆς νομικῆς πολιτείας ἐπέκεινα τιθεὶς τοὺς εἰς αὐτὸν πιστεύοντας· «Ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ φονεύσεις.» Τοῦτό ἐστι τὸ Ἐκκλίνειν ἀπὸ κακοῦ· τὸ γὰρ μὴ φονᾷν, οὐκ ἐργάσασθαί τι τῶν ἀγαθῶν ἐστιν, ἀπέχεσθαι δὲ μᾶλλον ἁμαρτίας. Ὁμοίως καὶ τὸ «Οὐ μοιχεύσεις, οὐκ ἐπιορκήσεις, οὐ ψευδομαρτυρήσεις.» Ποῦ δὲ τὸ Ποίησον ἀγαθόν; ἐν τῷ λέγειν, ὅτι «Πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει·» καὶ ἐν τῷ, «Πᾶς ὁ βλέπων γυναῖκα,» καὶ τὰ ἑξῆς. Ὅταν οὖν, φησὶν, ἐκκλίνῃς ἀπὸ κακοῦ, ποιήσῃς δὲ τὸ ἀγαθὸν, τότε κατασκηνώσεις εἰς αἰῶνα αἰῶνος, καὶ εἰς ἑδραίαν καὶ ἀκράδαντον εἰσελάσεις ἐλπίδα, καθ' ἅ φησιν ὁ προφήτης Ἡσαΐας· «Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, ἥτις ἐστὶν πόλις πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν.»