Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.944
Not analysed yet
Ὅτι Κύριος ἀγαπᾷ κρίσιν, καὶ οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ. (A f. 200 b, B f. 130 b) Κρίσιν ἐνταῦθα τὴν Δικαιοκρισίαν φησὶ, κατὰ τὸ ἑτέρωθι ἐκ παραλλήλου ὑμνούμενον περὶ τοῦ τὰ δίκαια βραβεύοντος νόμον· «Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας.» Ἀγαπᾷ τοίνυν τὴν δικαιοσύνην ὁ Θεὸς, καὶ τοὺς ταύτης ἐργάτας ἀτελευτήτῳ χάριτι στεφανοῖ· καὶ οὐκ ἂν περιΐδοι ποτὲ τοὺς ὁσίους αὐτοῦ (Ι), ἤγουν τοὺς τὴν πρὸς αὐτὸν πλουτήσαντας οἰκειότητα, ἀλλ' ἐκδικήσει αὐτούς. Ὅπερ δηλοῖ, ὅτι κατὰ τὸν παρόντα βίον οὐκ ἐν εὐδίᾳ πάντως ὁ τῶν ἁγίων ἐστὶν χορὸς, ἀλλ' οἷον ἐν ἀγῶσι καὶ πόνοις καὶ διωγμοῖς, τοῦ Σατανᾶ τοὺς ἰδίους ὑπασπιστὰς ἐπ' αὐτοὺς καταθήγοντος· ὥστε καὶ μέχρις αἵματος ἀντικαθίστασθαι τῇ ἁμαρτίᾳ μαχομένους. Πλὴν οὐκ ἀνεκδίκητοι μενοῦσι· τοῦτο γὰρ δηλοῖ τὸ, Οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ, ἀλλ' ἐποίσει Θεὸς τὴν χεῖρα τοῖς πολεμοῦσιν αὐτοῖς. Φυλαχθῆναί γε μὴν εἰς τὸν αἰῶνά φησιν αὐτούς· οὐ γὰρ πρόσκαιρος ἡ ἐπ' αὐτοῖς χάρις, οὔτε μὴν εἰς καιροὺς περιωρισμένους ἡ τῆς ἐλπίδος φιλοτιμία τοῖς ἀγαθοῖς ἐκνεμηθήσεται παρὰ Θεοῦ, ἀλλὰ καὶ μακρὰ καὶ διηνεκῶς, τοῖς ἀπεράντοις αἰῶσι συνεκτεινομένη τε καὶ οἱονεὶ συνεκτρέχουσα. Ἄμωμοι δὲ ἐκδικηθήσονται, καὶ σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται. (A f. 200 b, B f. 130 b) Σκοπὸς τῷ Ψάλλοντι καὶ διὰ τῶν προκειμένων στίχων πληροφορεῖν, ὅτι πλεῖστα μὲν τῶν ἁγίων τὰ γέρα, κόλασις δὲ καὶ πᾶν ὁτιοῦν τῶν ὀλοθρεύειν εἰδότων τῆς τῶν φιλαμαρτημόνων καταρτηθήσεται κεφαλῆς. Ἐκδικηθήσονται μὲν γὰρ οἱ δίκαιοι, φησὶν, ὀλέθρῳ δὲ περιπεσοῦνται οἱ ἀσεβεῖς, καὶ ὁλόῤῥιζοι ἀπολοῦνται, ἐκδιωκόμενοι ἀπὸ βασιλείας εἰς γέενναν, ἀπὸ τῶν χωρίων τοῦ φωτὸς εἰς τὸ σκότος τὸ ἐξώτερον. Χρησίμως δὲ ὁ Ψαλμῳδὸς καὶ τὰς τῶν δικαίων ἀφηγεῖται τιμὰς, καὶ τὰς τῶν φιλαμαρτημόνων ποινὰς παραδείκνυσι· τῷ μὲν φόβῳ τοῦ κολάζεσθαι τοὺς πονηροὺς ἀφιστὰς τῶν ἐν χερσὶν ἐπιχειρημάτων, τῇ δὲ τῶν δώρων ἐπιθυμίᾳ πρὸς ἀκμαιοτέραν ἔφεσιν τοῦ ἀγαθοῦ τοὺς εὖ βιοῦν ᾑρημένους ἀνακομίζων ἀστείως. Τὸ δέ γε σπέρμα τῶν ἀσεβῶν, ὃ δὴ καὶ ἐξολοθρευθήσεσθαί φησιν, ἢ τὰ ἔργα αὐτῶν χρὴ νοεῖν· Ὃ γὰρ ἐὰν σπείρει ἄνθρωπος, φησὶ, τοῦτο καὶ θερίσει· ἢ τοὺς ἐξ αὐτῶν ἐσομένους υἱοὺς, ἢ κατὰ σάρκα τυχὸν, ἢ καθ' ἔτερον τρόπον, εἰ πατρῴζειν ἕλοιντο, καὶ προγονικῆς σκαιότητος γένοιντο μιμηταί. Ὅτι Κύριος ἀγαπᾷ κρίσιν. Κρίσιν ἀεί πως τὸ Γράμμα τὸ ἱερὸν τὴν Δικαιοσύνην ὀνομάζει· κατά γε τὸ ἑτέρωθί που πρὸς Θεὸν ὑμνούμενον περὶ τοῦ τὰ δίκαια βραβεύοντος νόμου· «Κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας.» Κρίσιν γὰρ καὶ δικαιοσύνην ἐκ παραλλήλου τίθησι, τὴν κρίσιν οὐδὲν ἕτερον οὖσαν ἀποφαίνων πλὴν ὅτι