Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.973
Not analysed yet
νευσάντων. Ἦν μὲν γὰρ ἅγιος καὶ προφήτης ὁ Δαβίδ. Ἀλλ' οὖν ἐπείπερ ὑπὲρ ἀφέσεως πλημμελημάτων ἐναργῶς ἐποιεῖτο τὴν ἱκετηρίαν, οὐκ ἐν καιρῷ τάχα που διαμαθεῖν ἠπείγετο τί τὸ λεῖπον αὐτῷ κατὰ ἀρετήν. Ἔδει δὲ μᾶλλον ἔλεον αἰτεῖν ἐφ' οἷς ᾔδει πεπαρῳνηκὼς εἰς τοὺς ἱεροὺς καὶ θείους νόμους, ἀλλ' οὐκ ἀκριβῆ ποιεῖσθαι κατάσκεψιν τῶν αὐτῷ κατωρθωμένων. Τί οὖν ἐστιν ὅ φησιν; Διακαρτερήσας ἐν πόνοις, καὶ παρατεινομένης τῆς ἐπ' ἐμοὶ πληγῆς, λοιπὸν τὰ ἐξ ἀνθρωπίνης μικροψυχίας ἐλάλουν, πλὴν οὐκ ἐναργῶς, ἀλλ' ἠρέμα καὶ ἐν γλώσσῃ· ἔφην τε· «Ὦ Δέσποτα, γνώρισόν μοι τῆς ἐμῆς ζωῆς τὸ πέρας, καὶ τῶν ἐτῶν μου τὸν ἀριθμόν.» Ἀντιπαραθήσει γὰρ τῆς σῆς ὑπάρξεως, τοῦ ἀεὶ ὄντος, γνωσθήσεται τί ὑστερῶ ἐγὼ, τουτέστιν ὅσον ἀπολιμπάνομαι τῆς σῆς δόξης καὶ ὑπεροχῆς, ὁ χόρτοις ἐν ἴσῳ τοῖς ἐν ἀγρῷ, βραχὺ μὲν ἀνθήσας, μαραινόμενος δὲ διὰ τοῦ πίπτειν εἰς θάνατον. [Ἰδοὺ παλαιστὰς ἔθου. Ἄγαν σοι, φησὶν, εὐπετὲς καὶ ῥᾷστον γνωρίσαι μοι, Κύριε, τῶν ἡμερῶν τὸν ἀριθμόν· οἶδα γὰρ μεμετρημένας ἔχεις ταύτας ἐπὶ τῆς γῆς. Ἐπειδὴ πᾶσά μου τῆς ζωῆς ἡ ὑπόστασις ὡσεὶ οὐθὲν ἐνώπιόν σου λελόγισται καὶ διέγνωσται. Ταύτην γὰρ ὑπόστασιν προσηγόρευσεν, ἢ κατὰ τὸν Σύμμαχον τὴν ἀναστροφὴν καὶ διατριβήν· βίωσιν γὰρ ἐκεῖνο εἶπεν. Καὶ τοιοῦτον εἶναι σαφῶς τὸ λεγόμενον· «Γνώρισόν μοι, Κύριε, τῶν ἡμερῶν μου τὸν ἀριθμὸν,» τουτέστι τὸν ἐπίλοιπον τῆς παρούσης ζωῆς μου καιρὸν, ἵνα διερευνήσας κἀγὼ τὸ ἴδιον συνειδὸς, γνῶ πόσον ἐλλείπω πρὸς τὴν κατ' ἀρετὴν τελειότητα, καθάπερ σὺ πολλῷ πρώην γινώσκεις, ἐπειδὴ μετρητὰς ἔθου τὰς ἡμέρας μου, καὶ πᾶσαν ἐπίστασαι τὴν ἐμὴν ἀναστροφὴν καὶ διατριβήν.] Καὶ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου. (I f. 194 b, L f. 107) Ἢ καὶ οὕτως· Ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου, ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡσεὶ ἡμέρα ἡ ἐχθὲς ἥτις παρῆλθεν, ἢ