Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.976
Not analysed yet
φυλακὴ ἐν νυκτὶ, τουτέστιν ὧραι τρεῖς ἢ τέσσαρες. Οὐκοῦν ἐπειδήπερ αὐτὸς μὲν ὑπάρχεις ἀεὶ, ἡ δ' ἐμὴ ὑπόστασις ὀλίγη παντελῶς ἐστιν καὶ συνεσταλμένη, καὶ ὡς οὐδὲν ὅλως ἐν τοῖς ὀφθαλμοῖς, μὴ ἀφῇς κολάζεσθαι μακρὰ τὸν ἐξ ἀσθενείας ὠλισθηκότα, μήτε μὴν τῷ παντὶ τοῦ βίου μήκει σύνδρομον ἔχοιμι τὴν πληγήν. Ἀντὶ δὲ τοῦ ὑπόστασις, ὁ μὲν Ἀκύλας κατάδυσις εἶπεν· ὁ δὲ Σύμμαχος βίωσις. Ὁ γὰρ ἀνθρώπινος βίος οὐδέν ἐστιν, ὡς πρὸς τὴν θείαν ἀϊδιότητα· κατὰ τὸ, «Σὺ δὲ αὐτὸς εἶ· ἀλλὰ καὶ πᾶσα ἡ παρ' ἀνθρώποις σπουδὴ, ματαιότης ματαιοτήτων.» Ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου. (L f. 107) Ἀνθ' οὗ ὁ Σύμμαχος· «Ὡς σπιθαμὴν ἔδωκας τὰς ἡμέρας μου.» Ἢ καὶ παλαιστὰς τὸ πλήρης εἶναι τοῦ ἐκ τῶν πειρατηρίων ἀγῶνος. Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσεται, κ. τ. λ. (A f. 216 b, Κυρίλλου καὶ Ἀθανασίου) Κατὰ δὲ τοὺς πάνυ Ἀθανάσιον καὶ Κύριλλον, ἐπειδὴ ἐν εἰκόνι καὶ οὐκ ἐν ἀληθείᾳ νῦν διαπορεύεται ὁ ἄνθρωπος (ἡ γὰρ ἀληθὴς ζωὴ κατὰ τὸν μέλλοντα αἰῶνά ἐστιν), εἰκότως ὁ Ψάλλων τὴν εἰκόνα ματαιότητα προσεῖπεν· ἐπειδὴ οὐ τὴν ἀληθινὴν νῦν ζῶμεν ζωὴν, ἀλλὰ τὴν ὡς ἐν εἰκόνι, οὐδὲ περὶ τὰ ὄντως ἀγαθὰ ποιούμεθα τὴν σπουδήν. Διὸ μάτην ταρασσόμεθα περὶ κοσμικὰς ἐπιθυμίας στρεφόμενοι καὶ συνάγοντες θησαυροὺς, ὧν οὐκ ἴσμεν τοὺς διαδόχους. (B f. 141 b, I f. 195, L f. 107 Κυρίλλου καὶ Θεοδωρήτου) Τῶν ἐν εἰκόνι γεγραμμένων οἱ ζῶντες οὐδὲν διαφέρουσιν ἄνθρωποι, ἀπανθοῦντες ὡς χρώματα· ὁμοίως γὰρ καὶ τούτων κἀκείνων ἡ φύσις ὑποῤῥεῖ τῷ χρόνῳ καὶ διαφθείρεται. Ἀλλ' ὅμως οὐδὲν ἧττον διαταράττονται, φιλονεικοῦντες, διαμαχόμενοι, πολεμοῦντες, ἐμπορευόμενοι. Καὶ ζάλης ἅπας ὁ βίος μεστὸς, τέλος ἔχων τὸν θάνατον· σὺν πόνῳ δὲ πολλῷ καὶ ἱδρῶτι τὸν πλοῦτον ἀθροίζοντες, τὸν ἐσόμενον οὐκ ἴσασιν κληρονόμον. Τοῦτο δὲ ὁ μακάριος Δαβὶδ καὶ ἐκ τῶν καθ' ἑαυτὸν κινούμενος γέγραφεν. Τοῖς γὰρ ἐκ τῶν πολέμων λαφύροις, καὶ τῷ παρὰ τῶν ἀλλοφύλων φερομένῳ δασμῷ, μεγίστην καὶ περιφανῆ λίαν ἀποφήνας τὴν βασιλείαν, ἠγνόει τοῦ παιδὸς τὴν δυσσεβῆ καὶ παράνομον γνώμην. Εἶτα θεασάμενος αὐτὸν ἐγκρατῆ τῶν βασιλείων γενόμενον, καὶ τὸν ἀποκείμενον σφετερισάμενον πλοῦτον, τὴν θαυμασίαν ἀφῆκεν φωνήν· «Πλὴν μάτην ταράσσεται· θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.» Καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ Κύριος; Καὶ ἡ ὑπόστασίς μου παρὰ σοί ἐστιν. (A f. 217, I f. 195 b) Εἰκότως ἐπὶ τὸν Χριστὸν τὴν ἐλπίδα ἔχειν φησὶν, ἅτε καταγνοὺς τῶν ἐν βίῳ περισπασμῶν. Τίς γάρ μοι, φησὶ, δέδωκε τὸ δύνασθαι καρτερεῖν, καὶ νεανικῶς διακεῖσθαι ἐν καιρῷ πληγῆς, καθυφεῖναι δὲ κατ' οὐδένα τρόπον εἰς τὸ δεῖν δρᾶσαί τι τυχὸν ἢ καὶ εἰπεῖν ἑλέσθαι τῶν ἐξ ἀνθρωπί-