Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.980
Not analysed yet
ΨΑΛΜΟΣ ΛΘʹ. Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ. (A f. 218, B f. 143 b, I f. 198) Τινὲς ἐκ προσώπου τοῦ Δαβὶδ εἰρῆσθαί φασι τὸν προκείμενον ψαλμὸν, ὡς ἐξῃρημένου λοιπὸν θλίψεώς τε πάσης καὶ τῶν ἐκ θείας ὀργῆς ἐπενηνεγμένων αὐτῷ διὰ τὴν εἰς Οὐρίου γυναῖκα, καὶ αὐτὸν τὸν Οὐρίαν, ἁμαρτίαν· καὶ εἶναί γε αὐτὸν χαριστήριον ἐπὶ τῇ τῶν συσχόντων αὐτὸν πειρασμῶν [al. cod. τιμωριῶν] ἀπαλλαγῇ. Ἀλλ' εὑρήσομεν, φησὶν, ἐν τῷ μεταξὺ καὶ τοῦ Σωτῆρος τὸ πρόσωπον εἰσκεκομισμένον, τῆς τε ἐνανθρωπήσεως ἀπαγγέλλον τὴν οἰκονομίαν, καὶ ὅτι ἀνακηρύξει τοῖς ἀνὰ πᾶσαν τὴν γῆν τὴν διὰ πίστεως χάριν. Εἶτα μετὰ τοῦτο πρόσωπον ἕτερον ἀνδρὸς εἰσκομίζεται κατοικτείρεσθαι γλιχόμενον παρὰ Θεοῦ, καὶ ὁμολογοῦν ὅτι μονονουχὶ κατακέχωσται τοῖς ἰδίοις παθήμασιν. Εἶτα πῶς ἥρμοσεν αὐτῷ θεσπεσίῳ Δαβὶδ, ἢ πῶς ἂν τοῦ Σωτῆρος ἔφη φωνὰς, ἢ ἑτέρῳ τινὶ τῶν καθ' ἡμᾶς ὡς σεσωσμένῳ παρὰ Θεοῦ καὶ ᾠδὰς ἀνάπτοντι χαριστηρίους; Ἡμεῖς δ' εἰρῆσθαι αὐτὸν νομίζομεν ἐκ προσώπου τοῦ νέου λαοῦ, καὶ εὐδοκιμήσαντος ἐν πίστει τῇ ἐν Χριστῷ, καὶ ἀνακομισθέντος ἀληθῶς ἐκ λάκκου ταλαιπωρίας, τουτέστιν ἐκ βάθους ἁμαρτιῶν, ἐκ πηλοῦ τε ἰλύος Εἰσβάλλει γὰρ μεταξὺ καὶ οὐκ ἔξω σκοποῦ τοῦ αὐτοῦ πρόσωπον τοῦ Χριστοῦ, τοῖς εὐχαριστοῦσιν οἱονεί πως ἀνοιγνύντος τοῦ μυστηρίου βάθος, καὶ τῆς οἰκονομίας διδάσκοντος τὸν τρόπον, δι' οὗ καὶ σεσώσμεθα. Εἶτα μετά γε τοὺς παρ' αὐτοῦ λόγους, πάλιν τὸ τοῦ λαοῦ πρόσωπον εἰσφέρεται, ὁμολογοῦντος οὐδὲν ἧττον τὰ ἐν οἷς ἦν κακὰ, καὶ τὸ πλῆθος τῶν αἰτιαμάτων, ἵνα καὶ ἔτι μειζόνως δοξάζηται Χριστὸς ὁ ἐκ βάθρων αὐτοὺς ἁρπάσας, καὶ τῶν τῆς ἀπωλείας τελμάτων ἔξω τιθεὶς, διὰ πίστεως δηλονότι. Ἀξιοῦσι γὰρ οἱ ἐξ Ἰσραὴλ πιστεύσαντες ῥυσθῆναι τῆς διὰ τὴν ἀπείθειαν ἁμαρτίας, ἅμα δὲ καὶ διηγοῦνται τὰ συμβεβηκότα αὐτοῖς διὰ τὴν ἀπιστίαν κακά. Ἄλλοι δὲ καὶ εἰς τοὺς ἐν Βαβυλῶνι τὴν ᾠδὴν ἀναφέρουσιν, ὠφεληθέντας τῇ ἐκεῖσε θλίψει καὶ ἐπαναχθέντας. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, κ. τ. λ. (A f. 218 b, B f. 144, I f. 199 b) Ἀλλὰ φαίη τις· Πῶς ἂν ὑπομεμενήκασιν οὗτοι τὸν Κύριον, ἢ πῶς εἰσηκούσθησαν ὅλως οἱ τάχα που μηδὲ βοήσαντες πρὸς αὐτὸν, ἀφεστηκότες δὲ καὶ αὐτοῦ τοῦ εἰδέναι τίς ὁ φύσει τῶν ὅλων ἐστὶ γενεσιουργὸς καὶ