Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.977
Not analysed yet
κης μικροψυχίας; οὐχὶ Κύριος; Τίς δέ μου ἡ ὑπόστασις; τουτέστι τίς ὁ ἐνισχύσας ὑφίστασθαί με καὶ φέρειν τὰ ἐξ ὀργῆς ἐπενηνεγμένα τῆς ἄνωθεν, Θεοῦ παιδεύοντος φιλόπαιδος ἐν τάξει πατρὸς ἐπὶ τῷ ἐκλέγεσθαι τὰ βελτίω; Οὐκοῦν κἂν εἰ παιδεύοι Θεὸς διὰ συμμέτρου κινήσεως, ἀλλ' οὖν αὐτὸς εὑρίσκεται χορηγὸς τοῖς πάσχουσι καρτερίας καὶ ὑπομονῆς· τοῦτο γὰρ δηλοῖ ἡ ὑπόστασις. Εἰ δέ τις εἴποι καὶ τὴν ὕπαρξιν καὶ κατασκευὴν τῆς φύσεως ἢ καὶ τὴν καραδοκίαν δηλοῦσθαι διὰ τῆς ὑποστάσεως, οὐδ' οὕτω κακῶς· παρὰ Θεοῦ γὰρ καὶ εἰς τὸ εἶναι ὑπέστημεν, καὶ αὐτὸν προσδοκίαν καὶ ἐλπίδα ἔχομεν. Ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με. (B f. 142, I f. 105 b) Σύ μοι τὸ δύνασθαι φέρειν κεχάρισαι, τὸ μηδὲν ἐξ ἀνθρωπίνης ἀσθενείας εἰπεῖν ἢ δρᾶσαι· σὺ δὲ καὶ παιδεύσας ὑποστῆναί με ταῦτα, καὶ δύνασθαι φέρειν ἐποίησας. Ἡ δὲ σύνταξις τοῦ προκειμένου ῥητοῦ τοιαύτη ἐστίν· Ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με, ὅτι σὺ ἐποίησας, τουτέστιν ἔπλασας, καὶ ὡς δημιουργὸς τὴν ἐνοῦσαν ἀσθένειαν τῇ ἀνθρωπείᾳ φύσει ἐπίστασαι. Γέγραπται δὲ καὶ ἑτέρωθι, ὅτι «Φθαρτὸν σῶμα βαρύνει ψυχὴν, καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα.» Εὑρήσομεν δὲ καὶ τὸν τληπαθέστατον Ἰὼβ τοιαύταις χρησάμενον λέξεσιν· «Μνήσθητι γὰρ, φησὶν, ὅτι χοῦν με ἔπλασας.» Καὶ πάλιν· «Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρασας δέ με ἴσα τυρῷ, δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας;» Καὶ πάλιν ὁ αὐτὸς Δαβίδ· «Μνήσθητι ὅτι χοῦς ἐσμεν· ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὠσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ καὶ οὐχ ὑπάρξει.» Τοιαύταις γὰρ φωναῖς οἱ ἅγιοι κέχρηνται, ἀμνηστίας ἁμαρτιῶν τυχεῖν ἐφιέμενοι παρὰ τοῦ τῶν ὅλων Θεοῦ, τὴν ἀνθρωπίνην ἀσθένειαν ἐνδεικνύμενοι. Καί γε πάντες τὸ τῆς φύσεως εὐόλισθον πρὸς ἁμαρτίας εἰς συγγνώμην προτείνουσι. Αἰτεῖ τοίνυν συγγνώμην ὡς ἀποχρώντως ἤδη πεπαιδευμένος. Ἐκωφώθην, καὶ οὐκ ἤνοιξα τὸ στόμα μου. (K f. 80 b) Φέρω, φησὶν, ὀνειδιζόμενος νῦν, καὶ οὐδὲν ἀντιφθέγγομαι, ὡς παρὰ σοῦ τοῦτο εἰδὼς βουλομένου με τοῖς ὀνείδεσι ἐγγυμνάζεσθαι. Ἄνες μοι ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν. (A f. 218) Τάχα δὲ καὶ τὰ λυπηρὰ καὶ δακρύων αἴτια, ἤδη ποτὲ παυθῆναι παρακαλεῖ· οὐχ ὅσον εἰς μακαριότητα παντελῆ (οὐ γάρ ἐστιν αὕτη νῦν), ἀλλ' ὅσον εἰς ἀνάψυξιν καὶ παραμυθίαν, ἣν ἐν τῷ βραχεῖ βίῳ ζητοῦμεν, ὃν ἐν γῇ ζῶμεν, ὥσπερ ξένοι καὶ πάροικοι, ἐκ πατέρων ἔχοντες τὸ ὑφ' ἁμαρτίας εἶναι, καὶ ταῖς δι' ἁμαρτίας κακώσεσι κατεχόμενοι καὶ τῷ ἐξ Ἀδὰμ θανάτῳ· ὃν πρὶν ἐπιπεσεῖν, ἀξιοῦμέν τινα καὶ ἀνάπαυσιν τῶν πόνων γενέσθαι.