Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.985
Not analysed yet
καὶ τοῦτό ἐστιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ' ἡμᾶς. Εἰ δὲ δή τις βούλοιτο πρὸς τοῖς εἰρημένοις, ματαιότητάς τε καὶ μανίας ψευδεῖς εἶναι λέγειν τὴν Ἑλληνικὴν λατρείαν, καὶ τὰ δοκοῦντα αὐτοῖς εἶναι τίμια, φημὶ δὴ μαντικὴν πᾶσαν, ἢ καὶ πάσας τὰς ἑτεροδιδασκαλίας, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. Γέγραπται γοῦν περί τινων, ὅτι «Μανίαν ἐν οἴκῳ Κυρίου κατέπηξαν·» μανίαν δὲ τὴν μαντείαν φησίν. Τετολμήκασι γὰρ, φησὶ, τινὲς τῶν ἐξ Ἰσραὴλ τὰ ἀπὸ καρδίας αὐτῶν λαλεῖν, καὶ οὐκ ἀπὸ στόματος Κυρίου· καὶ πλεῖστοι γεγόνασι ψευδοπροφῆται παρ' αὐτοῖς. Ἀλλ' ἧν ἴσως φορητὸν, εἰ ἐν τοῖς τῶν εἰδώλων τεμένεσι τετόλμητό τι τοιοῦτον· ἐπειδὴ δὲ ἐν αὐτῷ τῷ οἴκῳ Κυρίου γέγονε, πῶς οὐ παγχάλεπον εἴη ἄν; Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυμάσιά σου, κ. τ. λ. (A f. 220, B f. 145 b, I f. 202. Κυρίλλου καὶ Θεοδωρήτου) Καθ' ἑτέραν δὲ διάνοιαν νοήσεις καὶ οὕτως· Ἃ πέπραχας, φησὶν, ἐν τῷ τῆς οἰκονομίας καιρῷ, πολλά ἐστι καὶ θαυμάσια· ταῦτα καὶ τοῖς ἑτέροις ἀπήγγειλα, ἡ δὲ ἀπαγγελία ὅλην διέδραμε τὴν ὑπ' οὐρανόν. Εὐφημοῦσι διὰ τούτων τὸν ὅλων Σωτῆρα Χριστὸν, μόνον δὲ οὐχὶ καὶ ἀληθὲς ὂν ἀποφαίνουσιν οἱ διὰ πίστεως τῆς εἰς Χριστὸν σεσωσμένοι, ὡς ἔλαβον ᾆσμα καινὸν, ὕμνον τε τὸν πρέποντα αὐτῷ. Ἰδοὺ γὰρ, ἰδοὺ πολλὰ πεποιῆσθαι παρ' αὐτοῦ φησι τὰ θαυμάσια, καὶ ἀριθμοῦ κρείττονα γενέσθαι τερατουργήματα, καὶ τὰ ὑπὸ τῆς αὐτοῦ προμηθείας οἰκονομούμενα, τὰ ἐν Αἰγύπτῳ, τὰ ἐν τῇ ἐρήμῳ, τὰ ἐπὶ Ἰησοῦ, τὰ ἐπὶ τοῦ Σαμουὴλ, καὶ τὰ τούτων πρεσβύτερα, τὰ κατὰ τὸν Ἀβραὰμ καὶ τοὺς ἐξ αὐτοῦ πατριάρχας, ἵνα μὴ καθ' ἕκαστον διεξέρχωμαι· ἀλλὰ τὸ νῦν γεγενημένον τούτων ἁπάντων θαυμασιώτερον. Οὐ γὰρ ἑνὸς ἀνδρὸς, οὐδὲ ἑνὸς ἔθνους, ἀλλὰ τῶν ἐθνῶν ἁπάντων ἐπραγματεύσω τὴν σωτηρίαν· καὶ τὴν νομικὴν λατρείαν καταπαύσας, τῇ Ἰουδαίων ἀσθενείᾳ συμβαίνουσαν, τὴν καινὴν ἔδωκας χάριν, τὴν λογικὴν λατρείαν νομοθετοῦσαν, δι' ἧς οἱ τυφλοὶ τὴν καρδίαν τὸ θεῖον καὶ νοητὸν εἰσεδέξαντο φῶς, ὀρθοποδεῖν ἔμαθον οἱ πάλαι χωλεύοντες, καὶ τρανὴ γέγονε γλῶσσα μογιλάλων, ὦτα κωφῶν ἤκουσαν, κατηργήθη θάνατος, ἐξῄρηται δὲ καὶ ἡ πάντων ἁμαρτία, ἀνέλαμψεν ἀφθαρσίας ἡ χάρις· καὶ ταῦτα πάντα διώρθωται διὰ Χριστοῦ. Τοιγάρτοι φασὶν ὅτι πλεῖστα πεποίηκεν τὰ θαυμάσια. (Ibidem.) Τοῖς γε μὴν αὐτοῦ διαλογισμοῖς οὐκ ἔστι τίς ὁμοιωθήσεται. Τίνες δὲ ἄρα γεγόνασιν οἱ τοῦ Θεοῦ διαλογισμοὶ, καὶ τὸ ἐφ' ἡμῖν εὐτεχνές; Θεὸς ὢν φύσει, γέγονεν ἄνθρωπος, καὶ μεμένηκεν ὅπερ ἦν. Καὶ ποία τις ἧν τοῦ γενέσθαι καθ' ἡμᾶς ἡ πρόφασις, σαφηνιεῖ λέγων ὁ τῶν αὐτοῦ μυστηρίων ἱερουργός· «Ἐπειδὴ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος