Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.988
Not analysed yet
ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας.» Ταῦτα, φησὶν, ἀπήγγειλα καὶ ἐλάλησα μαρτυρῶν, ὅτι παντός εἰσιν ἐπέκεινα λόγου. Ταῦτα πεπραχότας εὑρίσκομεν τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστάς. Καὶ γοῦν ὁ πάνσοφος Ἰωάννης πρὸς οἷς ἔφη τερατουργήμασι προσεπενεγκὼν εὑρίσκεται· «Ἔστι δὲ καὶ ἕτερα πολλὰ, ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· καὶ μὴν ὅτι ἅτινα ἐὰν γράφηται, οὐδὲ αὐτὸν οἶμαι χωρήσειν τὸν κόσμον τὰ γραφόμενα βιβλία.» Ἐπειδὴ ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν· καὶ οὔτε τὰ εἰς Χριστὸν δόγματα, οὔτε τὰ θαύματα χωροῦμεν διηγήσασθαι· ἀλλὰ κἂν πολλὰ ὦσι τὰ λαληθέντα, πλεῖον τὸ περιττεῦον καὶ μὴ λαληθὲν εὑρίσκεται. Ὑπὲρ ἀριθμὸν γὰρ τὰ τοῦ Χριστοῦ, ἤτοι ὡς μὴ ὄντα τῇ φύσει ἀριθμητὰ, ἢ ὡς ὑπερβαίνοντα διὰ τὸ πλῆθος τὴν φύσιν τοῦ ἀριθμοῦ. Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. (A f. 220 b, B f. 146, I f. 202 b) Προφητικῇ χάριτι στεφανούμενος ὁ τὸν προκείμενον συνθεὶς ψαλμὸν ὡς ἐξ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας ἑαυτοῦ λόγους ἀνίησιν ἀγαθοὺς, οἵπερ ἂν εἶεν οὐκ ἀνάρμοστοι τῷ προσώπῳ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑποδεδυκότι, σαρκωθέντι τε καὶ ἐνανθρωπήσαντι, καὶ τὴν τοῦ δούλου λαβόντι μορφήν. Ἐπειδὴ γὰρ, φησὶν, ὦ Πάτερ, τὰς κατὰ νόμον θυσίας οὐκ ἠθέλησας, ἀνάμνησιν μόνον ἐχούσας ἁμαρτιῶν καὶ ἔλεγχον, οὐ μὴν καὶ ἄφεσιν, ἥκω σῶμα λαβὼν ὅπερ μοι αὐτὸς κατηρτίσω. Πνεῦμα γὰρ ἅγιον καὶ Ὑψίστου δύναμις ἐπεσκίασε τῇ ἁγίᾳ Παρθένῳ. Ἥκω δὲ, ἵνα τὸ σὸν ποιήσω θέλημα· ὅπερ ἐστὶ τὸ, ἐμαυτὸν προσενεγκεῖν ὥσπερ ἄμωμον ἱερεῖον, ἴνα στήσω τὰ ἐν νόμῳ περιελεῖν ἁμαρτίας οὐ δυνάμενα. Τούτῳ φαμὲν ἐοικέναι τὸ δι' αὐτοῦ Χριστοῦ σαφῶς εἰρημένον, ὅτι «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχὶ ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.» Παρέσχεν οὖν ἀφορμὴν τοῦ ὅλον ψαλμὸν εἰρῆσθαι ὑπ' αὐτοῦ, τηροῦντα τὸ αὐτὸ πρόσωπον μέχρι τέλους τοῦ λέγοντος. Παρελθόντος τοίνυν τοῦ καιροῦ τῆς σκιᾶς, καθ' ὃν θυσία καὶ προσφορὰ προσήγετο, οὐκέτι τὴν διὰ τούτων λατρείαν βουληθεὶς ὁ Θεὸς, κατηρτίσατο ἐκ τῆς Παρθένου σῶμα τῷ Υἱῷ, ὡς μηκέτι εὐδοκεῖν ὁλοκαυτώματα· καὶ περὶ ἁμαρτίας εἰπόντος τοῦ Σωτῆρος τῷ Πατρί· Ἰδοὺ ἥκω κατὰ τὸ θέλημά σου· καθ' ὃ θέλημα ἦρεν τὴν ἁμαρτίαν τοῦ κόσμου, αὐτὸς τυθεὶς καὶ προσενεχθεὶς ὑπὲρ τῆς πάντων ἁμαρτίας· ἵνα ἀφέσεως γενομένης, μηκέτι χρεία ᾖ τῆς περὶ ἁμαρτιῶν θυσίας. Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ. (A f. 220 b, I f. 205) Κεφαλίδα ἔφη τὴν οἱονεὶ πε-