Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.989
Not analysed yet
ριοχὴν τῶν οὐσῶν ἐννοιῶν ἐν αὐτῇ· αὖται δέ εἰσιν αἱ περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ἰστέον δὲ ὅτι καὶ αὐτὸς ὁ προφήτης Ἰεζεκιὴλ κεφαλίδα βιβλίου τὴν οἱονεὶ σύμπασαν περιοχὴν τῆς ἑαυτοῦ προφητείας ὀνομάσας εὑρίσκεται. Τὸ δὲ, «Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ,» οὕτω νοητέον· Βιβλίον μὲν πενταμερὲς ὅλον ἐστὶ τὸ Μωσέως σοφώτατον σύγγραμμα, κεφαλὴ δὲ ὥσπερ καὶ ἀρχὴ τοῦ βιβλίου παντὸς ἡ ἐπίκλην Γένεσις, ἐν ᾗ τὰ κατὰ τὸν Ἰσαὰκ γέγραπται εἰς Χριστὸν ὀρθῶς ἀναφερόμενα. Ὅτι δὲ πάλιν ἡ κεφαλὴ τὴν ἀρχὴν παρὰ ταῖς θείαις σημαίνει Γραφαῖς, πληροφορηθήσῃ καλῶς ἐκεῖνο συνεὶς ὅπερ ὁ Παῦλός φησιν, ὅτι «Παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνὴρ, κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός.» Ἀρχὴ μὲν γὰρ τοῦ ἀνδρὸς ὁ Χριστὸς, ὡς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγών. Ἀρχὴ δὲ πάλιν τῆς γυναικὸς ὁ ἀνὴρ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη· Χριστοῦ δὲ ἀρχὴ ὁ Θεὸς, ἐπείπερ ἐξ αὐτοῦ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ ἀρχὴν ἄναρχον ἔχει τὸν γεννήσαντα μετὰ καὶ τοῦ συνυπάρχειν ἀϊδίως αὐτῷ. Τούτους τοὺς στίχους καὶ Παῦλος ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, ἐκ προσώπου τοῦ Σωτῆρος εἰρῆσθαί φησιν. Εἰπὼν γὰρ ὅτι τὸ αἷμα τῶν ζώων ἀφελεῖν ἁμαρτίας οὐκ ἠδύνατο, ἐπάγει· «Διὸ εἰσερχόμενος ὁ Χριστὸς εἰς τὸν κόσμον, λέγει πρὸς τὸν Πατέρα, ὅτι Οὐδένα τρόπον προσφορᾶς ᾑρετίσω τῆς κατὰ νόμον, οὐ περὶ σωτηρίας, οὐ περὶ ἁμαρτίας, ἐμοὶ δὲ σῶμα κατηρτίσω· καὶ ἀφῖγμαι, φησὶν, ἤγουν, ἔφην, ἥκω, ἵνα τὸ σὸν ποιήσω θέλημα.» Εἶτα προστίθησιν· «Ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ·» τουτέστιν ἐκβάλλει τὰς θυσίας, ἵνα κυρώσῃ τὴν ὑπ' αὐτοῦ προσενεχθεῖσαν θυσίαν· ἀναβαίνει γὰρ εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρὶ διὰ τοῦ ἰδίου σώματος. Καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς καρδίας μου. (A f. 220 b, B f. 146) Ἔχων δὲ τὸ σὸν θέλημα κεκρυμμένον ἐν ἐμαυτῷ (τοῦτο γὰρ, οἶμαι, δηλοῖ τὸ, «Ἐν μέσῳ τῆς κοιλίας μου»), τοῖς γνησίοις αὐτὸ ἐναργὲς καταστήσω. Εἰδέναι γὰρ ἡμᾶς ἀναγκαῖον, ὅτι τὰ τῶν μαθημάτων ἐξῃρημένα τοῖς ἐξειλεγμένοις προσελάλει Χριστὸς, καὶ οὐχ ἅπασιν ἁπλῶς καὶ ἀδιακρίτως προσδιελέγετο. Καὶ γοῦν τοῖς μὲν Ἰουδαίοις ἐν παραβολαῖς ἐλάλει· τοῖς γε μὴν ἁγίοις ἀποστόλοις, ἅτε δὴ καὶ ἀκραιφνῆ τὴν διάνοιαν ἔχουσι καὶ τελεωτάτων μαθημάτων δεκτικὴν, Ὑμῖν δέδοται, φησὶ, γνῶναι τὰ μυστήρια τῆς βασιλείας, ἐκείνοις δὲ οὐ δέδοται. Καλὸν δὲ ἡμᾶς τὴν κοιλίαν καθαίρειν ὅτι μάλιστα καὶ ποιεῖν λεπτοτέραν, ὥστε τὸν νόμον Κυρίου ἐν μέσῳ δέχεσθαι. Ψυχῆς δὲ κοιλία, τὸ δοχεῖον τῶν πνευματικῶν τροφῶν, εἴτουν τὸ διανοητικόν. Εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ. (B f. 146 b, I f. 203 b, L f. 109) Μεγάλη ἐκκλησία ἡ ἐκ μεγάλων καὶ τελείων συμπληρουμένη, ἐν ᾗ εὐηγγελίζετο δικαιοσύνην τὴν διὰ πίστεως Ἰησοῦ·