Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.993
Not analysed yet
αὐτοῦ ἐπικουρίαν. Εἰσφέρεται δὲ καὶ αὐτὸ τοῦ Κυρίου τὸ πρόσωπον καταλέγον τε τῶν ἀρχόντων τοῦ Ἰουδαίων λαοῦ, καὶ αὐτοῦ τοῦ προδότου ἐξαιρέτως· διὸ καὶ «Εἰς τὸ τέλος» ἐπιγέγραπται, ἀναπέμπων ἡμᾶς ἐπὶ τὴν συντέλειαν τοῦ αἰῶνος, καθ' ἣν ἐπληροῦτο τὰ γεγραμμένα. Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα. (A f. 223) Μακαρίζει τὸν δυνάμενον συνιέναι τὴν πτωχείαν, ἣν δι' ἡμᾶς ἀνείληφεν ὁ Χριστός. Τοῦτον γὰρ λέγει πτωχὸν, διότι πλούσιος ὢν, ἐπτώχευσε δι' ἠμᾶς, ἴν' ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν. Κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ. (A f. 223 b) Αὗται τῆς εἰς Χριστὸν πίστεως αἱ ἀμοιβαὶ, ἡ παρὰ τοῦ Κυρίου φυλακὴ, ἡ μέθεξις τῆς αἰωνίου ζωῆς, ἡ ἐν τῇ γῇ τῶν πραέων μακαριότης, καὶ ἡ τῶν νοητῶν ἐχθρῶν ἀπαλλαγή. Αὗται καὶ τῆς φιλοπτωχίας· οὐ μόνον γὰρ τὰ μέλλοντα δίδωσι τῷ φιλοπτώχῳ ὁ Κύριος καὶ τὴν ἀληθινὴν ἐκείνην ζωὴν, ἀλλὰ καὶ ἐνταῦθα μακαριστὸν ἀποδείκνυσι. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. (A f. 223 b, Κυρίλλου καὶ Θεοδωρήτου) Καὶ ὑπὲρ τῆς ἰδίας ἁμαρτίας ὁ Δαβὶδ εὔχεται, ἅτε δὴ ἑαυτὸν εἰδὼς ἕνα τῶν συνιέντων ἐπὶ πτωχὸν καὶ πένητα. Ἀλλ' ὁ μὲν Δαβὶδ οὐ θαυμαστὸν εἰ καὶ νῦν ἐξομολογούμενος τοῦτό φησιν· ὁ δὲ Σωτὴρ ταῦτα ἂν λέγοι, τὰς ἁμαρτίας ἡμῶν οἰκειούμενος, ὡς ἀπαρχὴ τῆς φύσεως. Χριστὸς γὰρ ὑπὲρ ἡμῶν ἀπέθανε, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· καὶ τὸν μὴ γνόντα ἁμαρτίαν, ὁ Θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν· οἷς ἁρμόζει καὶ τὸ ἐλέους δέεσθαι. (I f. 207, Κυρίλλου καὶ Διδύμου) Τὰ δὲ ἑξῆς κυρίως ἁρμόττειν τοῖς περὶ τοῦ πάθους τοῦ Σωτῆρος λόγοις, πάντες φασίν. Τὸ δὲ «Ἥμαρτόν σοι,» ὅτι εἰς τοὺς σοὺς, ὦ Δέσποτα, πεπαρῴνηκα νόμους· πᾶσα γὰρ ἡμῶν ἡ ἁμαρτία καταφωρᾶται τοιαύτη. Οἱ ἐχθροί μου εἶπον κακά μου πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; (A f. 224) Ἐντεῦθεν τὸ πρόσωπον εἰσφέρεται τοῦ Χριστοῦ διηγούμενον τὰ παρὰ τῶν Ἰουδαίων αὐτῷ γεγενημένα, οὓς καὶ ἐχθροὺς καλεῖ, βασκαίνοντας αὐτῷ καὶ τὸν θάνατον καττύοντας· οἳ καὶ ὁρῶντες αὐτοῦ τὸ ὄνομα πολλῆς πεπληρωμένον δυνάμεως, ὡς δι' αὐτοῦ ἀπελαύνεσθαι ἀκάθαρτα πνεύματα καὶ πᾶσαν νόσον θεραπεύεσθαι, ἐνόμιζον αὐτὸ ὡς ἐπὶ τῶν λοιπῶν ἀνθρώπων μετὰ θάνατον σβέννυσθαι. Ἀλλ' ἡ Ἐκκλησία τἀναντία τοῖς ἐχθροῖς τοῦ Χριστοῦ φρονοῦσα, εἰς αὐτοῦ πρόσωπον ἀνεφώνει λέγουσα ἐν ὕμνοις· «Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ·» καὶ, «Μύρον ἐκκενωθὲν ὅνομά