Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.996
Not analysed yet
σου.» Πεπεισμένη κεχαρίσθαι αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει (A f. 224) Περιΐστησι τὸν λόγον ἡ προφητεία εἰς τὸν Ἰούδαν, ὡς μαθητὴν μὲν εἰσιόντα, πονηρὰ δὲ κατὰ τοῦ Κυρίου διαλεγόμενον καὶ διανοούμενον, καὶ Ἰουδαίοις συνταττόμενον τοῖς τὰς πονηρὰς ἐπὶ τῷ Κυρίῳ βουλευομένοις βουλὰς, καὶ παρὰ τὸν νόμον ἀποκτεῖναι τὸν ἀθῶον ὄντως σπεύδουσα. Οἱ μὲν οὖν ἄλλοι, φησὶν, ἐχθροὶ μονονουχὶ λέγοντες, Βαρὺς ἡμῖν ἐστι καὶ βλεπόμενος, θάνατον αὐτῷ κατεσκεύαζον· ὁ δὲ Ἰούδας εἰσεπορεύετο ὡς οἰκεῖος τοῦ κατασκοπῆσαι· ἐκαιροφυλάκει γὰρ τὸν προδοσίας καιρὸν, τοὺς ἀνόμους περὶ ταύτης ἀνακινῶν καὶ συνάγων λογισμούς. Ἐκεκρίκει γὰρ τοῖς φονῶσι παραδοῦναι τὸν Κύριον, καὶ λανθάνειν αὐτὸν ᾤετο ἐν τῷ μάτην λαλεῖν, ἤγουν Ῥαββὶ αὐτὸν ὀνομάζειν καὶ διδάσκαλον. Ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει ἐπὶ τὸ αὐτό. (A f. 224) Ἔξω, φησὶ, προϊὼν συνετάττετο τοῖς Γραμματεῦσι καὶ ἀρχιερεῦσι καὶ Φαρισαίοις, οὐκ ἔτι ἐν τῇ καρδίᾳ λαλῶν, ἀλλὰ προδήλως διαλεγόμενος. Τί δὲ ἐλάλει; «Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;» Κατ' ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου. (A f. 224) Τὰς κατ' αὐτοῦ τῶν Ἰουδαίων συσκευὰς σημαίνει καὶ τὰ λεληθότα σκέμματα· εὐλαβούμενοι γὰρ τὸ πλῆθος, οὐκ ἐτόλμων φανερῶς ταῦτα τίθεσθαι, ἀλλὰ συμβούλιον λαθραίως ἐποιοῦντο. Ψιθυρισμὸς γάρ ἐστιν ἀπαῤῥησίαστον φθέγμα καὶ λαθραία κακολογία, ὡς λοιδορία ἡ ἐν φανερῷ καὶ κατὰ πρόσωπον κακηγορία. Λόγον παράνομον κατέθεντο κατ' ἐμοῦ. (A f. 224 b) Τὸ «Αἷρε, αἷρε, σταύρωσον αὐτόν.» Οὗτος δὲ ὅτι παράνομος ἦν ὁ λόγος, δῆλον ἐκ τοῦ εἰρημένου· «Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς.» Οὐ μὴν ἀλλὰ καὶ τυραννίδος γραφὴν κατ' αὐτοῦ ἐποιήσαντο λέγοντες, ὅτι βασιλέα ἑαυτὸν ποιεῖ, καὶ κωλύει Καίσαρι φόρον δοῦναι. Ἀλλὰ καὶ ψευδομάρτυρας κατὰ Χριστοῦ ἐζήτουν, καὶ τὰ ψευδῆ ἐπλάττοντο. Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τὸ ἀναστῆναι; (A f. 224 b) Διαγελᾷ τῶν Ἰουδαίων ὁ Σωτὴρ τὰ σκέμματα, ὡς οἰομένων διὰ τοῦ θανάτου θραύειν αὐτὸν, ὡς ἕνα τῶν καθ' ἡμᾶς. Καί φησι· Πῶς νομίζετε θανάτῳ περιβαλεῖν τὴν ζωήν; Ὕπνος γάρ ἐστιν ἐν ἐμοὶ τὸ θανεῖν, καὶ ὁ θάνατος οὐκ ἐπ' ἀναιρέσει τῆς ζωῆς, ἀλλ' ἐπὶ ἀναστάσει γίνεται. Εἰ γὰρ τριήμερος ἀνίσταμαι, πῶς οὐχ ὕπνος ὁ ἐμὸς θάνατος; Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ' ὃν ἤλπισα, κ. τ. λ. (A f. 224 b, B f. 151) Εἰρήνης ἄνθρωπον τὸν Ἰούδαν φησὶ, διά τοι τὸ δοκεῖν ἐν τοῖς εὐνοοῦσιν αὐτῷ