Ancient Greek
Volume 69
Cyrillus Theol., Expositio in Psalmos 69.997
Not analysed yet
τετάχθαι καὶ φίλοις, τό γε ἦκον εἰς τὸ εἶναι μαθητήν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Τί θαυμαστὸν εἰ οἱ ἐχθροὶ κατ' ἐμοῦ κατέθεντο τοιαῦτα, ὅπου γε ὁ οὕτως οἰκεῖος καὶ ὁμοτράπεζος ὤν μοι καὶ σύσσιτος, τὴν πτέρναν αὐτοῦ ὥσπερ λὰξ ἐντείνων κατ' ἐμοῦ ἐπῆρε, καὶ ὃν εἶχε δόλον ἐγύμνωσε, σκελίσαι με διὰ τῆς προδοσίας ἐπιχειρήσας; Πτέρναν γὰρ τὸν δόλον καὶ τὴν κακουργίαν ὠνόμασε, ἐκ μεταφορᾶς τῶν περὶ τάχους ἀγωνιζομένων, καὶ τῇ πτέρνῃ προσπταίειν καὶ πίπτειν παρασκευαζόντων τοὺς συνθέοντας. Σὺ δὲ, Κύριε, ἐλέησόν με, καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. (A f. 224 b, I f. 208) Ταῦτα ἁρμόττει τῷ Χριστῷ διὰ τὸ τῆς ἀνθρωπότητος μέτρον. Ἄθρει γάρ μοι πάλιν τὸν ὑπάρχοντα μὲν ἐν μορφῇ καὶ ἰσότητι τοῦ Θεοῦ καὶ Πατρὸς Θεὸν Λόγον, τὸν ἐκ τῆς οὐσίας αὐτοῦ πεφηνότα, σύνθρονόν τε αὐτοῦ καὶ συγκατάρχοντα τῶν ὅλων, ὡς ἐν ὑφέσει τε ὄντα καὶ ἐν μείοσιν διά τοι τὴν πρὸς ἡμᾶς ὁμοίωσιν, καὶ ἀνθρωπίνως μᾶλλον διὰ τὴν κένωσιν, ἤγουν θεοπρεπῶς, τοὺς πρός γε τὸν ἑαυτοῦ Πατέρα ποιούμενον λόγους· «Ἐλέησόν με γὰρ, φησὶν, καὶ ἀνάστησόν με.» Καίτοι πῶς οὐχ ἅπασιν ἐναργὲς ὡς αὐτός ἐστιν κατὰ φύσιν τὸ ἔλεος τοῦ Θεοῦ καὶ Πατρός; αὐτὸς δὲ ὁμοίως ἡ ἀνάστασις καὶ ἡ ζωὴ, κατὰ τὴν αὐτοῦ φωνήν. Ἀλλ' ἦν ἀναγκαῖον πᾶσαν αὐτὸν πληρῶσαι δικαιοσύνην· καὶ ἐπειδὴ γέγονεν ἄνθρωπος, τὸ τῆς ἀνθρωπότητος μὴ παραιτεῖσθαι σμικροπρεπὲς, μήτε μὴν τοὺς αὐτῇ πρέποντας ἀπαξιῶσαι λόγους, διὰ τὸ τῆς οἰκονομίας εὐτεχνές. Φαμὲν δὲ ὅτι τὸν ἔλεον, καὶ συνεζευγμένως αὐτῷ τὴν ἀνάστασιν, οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ' ἡμῖν αἰτεῖ τοῖς ἐν χρείᾳ καθεστηκόσιν ἐλέου καὶ ἀναστάσεως. Ὥσπερ γὰρ εἰσελθούσης εἰς τὸν κόσμον τῆς ἁμαρτίας, συνεισήλατο καθάπερ ἰδίᾳ μητρὶ, καὶ ὁ δι' αὐτήν τε καὶ δι' αὐτῆς ἀναφὺς θάνατος· οὕτως ἐξωσθείσης ἐκ τοῦ κόσμου τῆς ἁμαρτίας, συνεξήλατο καὶ ὁ θάνατος. Δικαιούμεθα γὰρ ἐν Χριστῷ κατοικτείροντος ἡμᾶς τοῦ Θεοῦ καὶ Πατρός. Λύσιν οὖν ὁ θάνατος ἔχει τὴν ἀνάστασιν τοῦ Χριστοῦ, δι' οὗ καὶ ἐν ᾧ πρὸς ἀφθαρσίαν καὶ ζωὴν ἀνέθαλεν ἡ ἀνθρώπου φύσις. Ὅταν τοίνυν ἀναστήσῃς με, φησὶν, ὦ Πάτερ, τότε καὶ ἀνταποδώσω αὐτοῖς, δῆλον δὲ ὅτι τοῖς εἰς αὐτὸν πεπαρῳνηκόσιν. Ἐπιτήρει δ' ὅμως, ὡς ἐκ τῆς καθ' ἡμᾶς σμικροπρεπείας ἀναφοιτᾷ πάλιν . . [εἰς τὸ] θεοπρεπές. Οὐ γὰρ ἔφη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα, ὅτι Ὅταν ἀναστήσῃς με, τότε καὶ ἀνταποδώσεις αὐτοῖς, ἀλλ' ὡς αὐτὸς ἐσόμενος τῶν ὅλων κριτὴς καὶ ἔστι καὶ νοεῖται Θεὸς, «Ἀνταποδώσω, φησὶν, αὐτοῖς.» Ὡς γὰρ αὐτός που πάλιν φησὶν, «Ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν πᾶσαν κρίσιν δέδωκεν τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.» Ὅτι δὲ τοῦ Πατρὸς ἀναστῆσαι λεγομένου τὸν Κύριον ἡμῶν Ἰησοῦν ἐκ νεκρῶν, δι' αὐ-