Ancient Greek
Volume 77
Cyrillus Theol., Fragmenta de translatione reliquiarum martyrum Cyri et Joannis (homilia diversa 18) 77.1104
Not analysed yet
τοίνυν, ἐθέλοντος τοῦ Χριστοῦ, αὔριον ὁμοῦ, καὶ τοὺς ἁγίους τιμῶντες εὐαγγελιστὰς καὶ τοὺς μακαρίους μάρτυρας· καλοῦνται δὲ Κῦρος καὶ Ἰωάννης. Γʹ. Ἐπίφη ηʹ, τοῦ αὐτοῦ ἐξήγησις ἑτέρα ἐν τῇ ἐκκλησίᾳ τῶν εὐαγγελιστῶν, ἔνθα καὶ κατέθηκεν ἐν μνημείῳ τὰ λείψανα τῶν ἁγίων μαρτύρων Κύρου καὶ Ἰωάννου, πρὸ δύο σημείων κατὰ ἀνατολὰς τοῦ Κανώβου, πλησίον τῆς Μενούθεος. Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοὶ, καὶ στραφεὶς εἶπεν αὐτοῖς· «Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου εἶναι μαθητής· ὅστις οὐ βαστάζει τὸν σταυρὸν αὐτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναταί μου εἶναι μαθητής.» Θερμοὺς ἡμᾶς εἰς εὐλάβειαν οἱ τοῦ Σωτῆρος ἀπαιτοῦσιν λόγοι· καὶ τοὺς ἀγαπᾷν θέλοντας αὐτὸν, οὐδὲν ἡγεῖσθαι ἄμεινον αὐτοῦ ἀναπείθουσιν, οὐ φιλοστοργίαν σωμάτων, οὐκ ἀγάπησιν εἰς πατέρας, οὐκ αἰδὼ τὴν εἰς μητέρας καὶ ἀδελφούς· οἶδεν γὰρ ὅτι ταῦτα καταπεφρονηκότες μεγάλην εὑρίσκουσιν καὶ λαμπρὰν τὴν ἀντιμισθίαν· ἵνα δὲ καί τι πρὸς τούτοις ἕτερον εἴπω, γνωρίζων ὅσην ἕσχεν εἰς ἡμᾶς ἀγάπησιν, οὐδὲ αὐτὸς τὰ καθ' ἑαυτὸν κρείττονα τῶν ἡμετέρων ἐποιήσατο πραγμάτων· οὐ προτετίμηκεν τὰ καθ' ἑαυτὸν τῆς ἁπάντων σωτηρίας καὶ ζωῆς. Θεὸς ὢν, δι' ἡμᾶς γέγονεν ἄνθρωπος καὶ ὑπέμεινεν σταυρὸν, αἰσχύνης καταφρονήσας· ἀλλ' οἱ συμπάσχοντες καὶ συμβασιλεύσουσιν· οἱ συνατιμασθέντες, πάντως καὶ συνδοξασθήσονται. Οὕτως εὐδοκιμῆσαι πιστεύομεν καὶ τοὺς ἁγίους μάρτυρας Κῦρον καὶ Ἰωάννην· πρόθυμοι γὰρ εἰσῆλθον εἰς τοὺς ὑπὲρ τῆς εἰς Χριστὸν εὐσεβείας ἀγῶνας. Καὶ τὸ πάντων αὐτοῖς δεινότατον ἐπιπηδᾷ θηρίον, φημὶ δὲ ὁ θάνατος· ἀλλ' ἐμέμνηντο τοῦ ἰδίου Δεσπότου λέγοντος· «Ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐ δύναταί μου εἶναι μαθητής.» Πεπληρώκασιν τὴν ἐντολὴν, ἔλαβον καὶ αὐτοὶ τὸν σταυρὸν, ἠκολούθησαν τῷ ἰδίῳ Δεσπότῃ. Ἤγοντο δὲ οὐ μόνοι πρὸς τοὺς ἀγῶνας, ἀλλ' ἦν καὶ χορὸς ἁγίων παρθένων· καὶ γυναῖκες μὲν ἦσαν, ἄθραυστοι δὲ τὴν διάνοιαν· τετελείωται τοίνυν σὺν