Ancient Greek
Volume 77
Cyrillus Theol., Fragmenta de translatione reliquiarum martyrum Cyri et Joannis (homilia diversa 18) 77.1105
Not analysed yet
αὐταῖς καὶ ἡ καλὴ τούτων τῶν ἀθλητῶν δυάς· καὶ μισθὸν ἔχουσι τῆς εἰς Χριστὸν ἀγάπης, τοῦ πατῆσαι τὸν Σατανᾶν καὶ ἐλαύνειν τὰ πονηρὰ δαιμόνια· ἡκέτωσαν τοίνυν οἱ πάλαι πλανώμενοι· ἐρχέσθωσαν εἰς ἀληθινὸν καὶ ἀκαπήλευτον ἰατρεῖον· οὐδεὶς γὰρ ἡμῖν ὀνείρατα πλάττεται· οὐδεὶς λέγει τοῖς ἐρχομένοις· Εἴρηκεν ἡ Κυρά· Ποίησον τὸ καὶ τό· ὅλως Κυρὰ καὶ Θεὸς εἶναι δυνατὸς, καὶ προσκυνεῖσθαι θέλει; Ἐν τοῖς δαίμοσιν οὐκ ἔστιν οὐδὲν ἄῤῥεν οὐδὲ θῆλυ. Καὶ βλέπετε ποίαν ἔχουσιν προαίρεσιν· ὀνόμασιν γυναικῶν καλεῖσθαι βούλονται πατήσαντες τοίνυν τὰ γραώδη μυθάρια καὶ τὰ πάλαι τῶν γοήτων ἐμπαίγματα, ἐρχέσθωσαν ἐπὶ τοὺς ἀληθινοὺς καὶ ἄνωθεν ἰατρούς· οἷς ὁ πάντα ἰσχύων Θεὸς, τοῦ θεραπεύειν δύνασθαι τὴν ἐξουσίαν ἐχαρίσατο λέγων· «Ἀσθενοῦντας θεραπεύετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.» Πάσης τοίνυν θεραπείας τῆς παρὰ τοῦ Σωτῆρος ἀπολαύσαντες, ὑμνολογοῦσιν τὸν ἑαυτῶν Δεσπότην, ἵνα καὶ βασιλείας οὐρανῶν καταξιωθῶσιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ τῷ Θεῷ καὶ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.