Ancient Greek · ~3 min
Page 525
Cyrillus Theol., Fragmenta ex libro iii contra Theodorum Mopsuestenum 525
Not analysed yet
ΤΟΥ ΑΥΤΟΥ ΚΥΡΙΛΛΟΥ Ἐκ τοῦ πρὸς τὰ Θεοδώρου ἐπισκόπου Μοψουεστίας τρίτου λόγου Οὗ ἡ ἁρχή Φορτικοὶ μὲν γὰρ ἴσως οἱ πρὸς ἡμῶν εἰσι λόγοι. αʹ. ἌΚΟΥΕ τοίνυν καὶ πρὸς ἡμῶν Σύνες ἄνθρωπε τοῦ μυστηρίου τὸ βάθος, εὐθὺ τοῦ σκοποῦ τῶν ἱερῶν ἴθι γραμμάτων. ἕτερον μὲν γάρ τι καὶ ἕτερον θεότης τε καὶ σὰρξ ἤγουν ἀνθρωπότης, τό γε ἧκον εἰς τοὺς ἐνόντας τοῖς ἀμφοῖν ἰδιώμασι λόγους. ἐπεὶ πῶς γέγονε καθ' ἡμᾶς, καίτοι μεμηνηκὼς ὅπερ ἦν, Θεὸς ὢν ὁ Λόγος; πλὴν ἀπόδος αὐτῷ καθ' ἕνωσιν ἀδιάσπαστον τὴν σάρκα αὐτοῦ, μὴ ἀπογυμνώσῃς αὐτὸν τοῦ καταπετάσματος· οὕτω γὰρ ἕνα προσκυνήσεις Υἱὸν, ὁμοούσιον μὲν τῷ Πατρὶ θεϊκῶς, ὁμοούσιον δὲ καὶ ἡμῖν τὸν αὐτὸν ἀνθρωπίνως. τοῖς οὕτω φρονεῖν ᾑρημένοις ἀναστρέψει Χριστὸς τοῦ καθ' ἑαυτὸν μυστηρίου τὴν γνῶσιν.