Ancient Greek · ~5 min
Page 453
Cyrillus Theol., Fragmenta homiliae de uno filio 453
Not analysed yet
μερίζων αὐτοῦ τὴν κυριότητα καὶ προσνέμων ἑτέρῳ. οὐκοῦν λέγομεν τοῖς οὕτω φρονεῖν ἑλομένοις, τὸ διὰ φωνῆς Ἡλίου "Ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν;" οὐδὲν παρ' ὑμῖν ὀρθὸν, χωλεύει δὲ πάντα καὶ πολλὴ σαθρότης ἐννοιῶν· ἀλλ' οὐ ταῖς τινῶν εἰκαιοβουλίας ἑψόμεθα, Χριστὸν δὲ μᾶλλον ὁμολογοῦμεν ἕνα τῇ φύσει καὶ ἀληθῶς ἐκ Πατρὸς Λόγον, καὶ ἐν προσλήψει γεγονότα σαρκὸς καὶ αἵματος. Ἐκ τοῦ αὐτοῦ λόγου. Ὑπὸ κατάραν ἐσμὲν οἱ εἰς Χριστὸν πιστεύσαντες, εἰ μὴ φύσει τε καὶ ἀληθῶς ἐστι Θεὸς ὁ ἐκ παρθένου σαρκωθείς· ἔφη γάρ που περὶ αὐτοῦ ὁ προφήτης Ἡσαΐας "Καὶ ἔσται ἡ "ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ "ἔθνη ἐλπιοῦσι." πῶς οὖν ἐπ' αὐτῷ τὰς ἐλπίδας ἔχοντες, οὐκ ἐσμὲν ἐπάρατοι εἴπερ ἐστὶν ἀληθὴς ὁ προφήτης Ἱερεμίας λέγων "Ἐπικατάρατος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον;" ἀλλ' οὐκ ἐπ' ἀνθρώπῳ τὰς ἐλπίδας ἐσχήκαμεν οἱ εἰς Χριστὸν πιστεύσαντες· Θεὸς ἄρα ἐστὶν εἷς καὶ μόνος καὶ κατὰ ἀλήθειαν Υἱὸς καὶ πρὸ σαρκὸς καὶ μετὰ σαρκὸς, ὃς ἔποχος ὢν τῷ πώλῳ κατὰ τὴν τῶν εὐαγγελιστῶν πίστιν ἀνέβαινεν εἰς Ἱεροσόλυμα, εἶτα προυπήντων εὐφημοῦντα μειράκια καὶ δὴ καὶ ἔφασκον "Ὡσαννὰ τῷ υἱῷ Δαυεὶδ, εὐλογημένος ὁ "ἐρχόμενος ἐν ὀνόματι Κυρίου." πρὸς ταύτην τῶν παίδων τὴν φωνὴν, ἠγανάκτουν οἱ φαρισαῖοι· ἐπειδὴ γὰρ ὁρώμενος ἄνθρωπος τὴν Θεῷ πρέπουσαν ὑμνολογίαν ἐδέχετο· καὶ δὴ