Ancient Greek · ~7 min
Page 454
Cyrillus Theol., Fragmenta homiliae de uno filio 454
Not analysed yet
καὶ προσῄεσαν οἱ θρασεῖς διαμαρτυρόμενοί τε καὶ λέγοντες "Οὐκ ἀκούεις τί οὗτοι λέγουσιν;" μονονουχὶ γάρ φασιν Ἄνθρωπος ὢν ἀνέχῃ δοξολογούμενος καὶ ὡς Θεὸς ὑμνούμενος καὶ τὰς Θεῷ πρεπούσας εὐφημίας δέχῃ παρὰ τῶν παίδων; καὶ τί πρὸς ταῦτα Χριστός; ἠγανάκτησεν ἆρα κατὰ τῶν παίδων; ἀπεσείσατο τὴν δοξολογίαν; ἐπετίμησε τοῖς εὐφημοῦσιν αὐτὸν ὡς Θεόν; οὐδαμῶς· ἔφη γὰρ μᾶλλον πρὸς τοὺς φιλεγκλήμονας "Οὐκ ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ "θηλαζόντων κατηρτίσω αἶνον; ἀμὴν λέγω ὑμῖν ἐὰν οὗτοι "σιωπήσωσιν, οἱ λίθοι κεκράξονται." ὅρας ὅπως προσμεμαρτύρηκεν ἑαυτῷ τὴν τῆς θεότητος δόξαν ὁ ἐποχούμενος τῷ πώλῳ καὶ κατὰ σάρκα υἱὸς Δαυείδ; ἀλλ' οὐκ ἦν δόξης ἀλλοτρίας κοινωνὸς ὡς αὐτοί φασιν ἀλλ' οὐδὲ ἕτερος παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ὡς Υἱὸς κατὰ μόνας. διὰ τοῦτο καὶ Θεὸς καὶ Κύριος καὶ Ὕψιστος ὀνομάζεται καὶ διὰ τῆς τῶν ἀγγέλων φωνῆς. καὶ γοῦν ὁ μακάριος Γαβριὴλ τὴν Ἰωάννου γέννησιν εὐαγγελιζόμενος καὶ τὴν ἐσομένην αὐτοῦ διακονίαν ἐναργῆ καθιστὰς τῷ Ζαχαρίᾳ φησὶν ὅτι "πολλοὶ ἐπὶ τῇ "γεννήσει αὐτοῦ χαρήσονται καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ "ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν." πῶς οὖν ἐπέστρεφεν ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν τοὺς υἱοὺς Ἰσραήλ; εὐηγγελίζετο γὰρ αὐτοῖς λέγων "Ὀπίσω μου ἔρχεται ἀνὴρ "ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν, κἀγὼ οὐκ "ᾔδειν αὐτὸν ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός "μοι εἶπεν Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον ἐξ οὐ"ρανοῦ καὶ μένον ἐπ' αὐτὸν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν "Πνεύματι Ἁγίῳ, κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός "ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ." καὶ οὐκ εἶπε μετὰ τούτου ἐστὶν ὁ υἱὸς τοῦ Θεοῦ ἀλλ' οὐδ' ἐν τούτῳ ἐστὶν, ἀλλ' ὅτι οὗτός ἐστιν.