Ancient Greek
Volume 74
Cyrillus Theol., Fragmenta in Acta apostolorum et in epistulas catholicas 74.1012
Not analysed yet
παχύνουσι βαλάντια, καὶ ἐπὶ τόκοις τόκους ἀνοσίως συλλέγοντες, πῦρ καὶ κόλασιν ταῖς ἑαυτῶν καταχέουσι κεφαλαῖς. Ἄγε νῦν, οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. Ὁ πλοῦτος ὑμῶν σέσηπε, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν· ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται. Κυρίλλου. Τουτέστιν ἡ ὀργὴ μονονουχὶ κατασφάξασα, καὶ οἷόν τινας κριοὺς καὶ ταύρους ἁδρούς τε καὶ πίονας καταστρώσασα. Οἷς ἂν εἰκότως λέγοιτο πρὸς ἡμῶν· «Ἄγε νῦν, οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις.» Προσεποίσομεν δὲ τούτοις τὸ, «Ἐτρυφήσατε, ἐσπαταλήσατε ἐπὶ τῆς γῆς, ἐθρέψατε τὰς καρδίας ὑμῶν, ὡς ἐν ἡμέρᾳ σφαγῆς.» Τοιοῦτοι γὰρ γεγόνασιν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καταβοσκόμενοι μὲν τρόπον τινὰ τόπον πίονα καὶ εὐρύχωρον, τὰς ἐκ τῶν λαῶν δωροφορίας. Καταπιανθέντες δὲ ὥσπερ ταῖς τῇ τοῦ Κυρίου μαχαίρᾳ περιπεσόντες οἱ δείλαιοι· Μακροθυμήσατε οὖν, ἀδελφοὶ, ἕως τῆς παρουσίας τοῦ Κυρίου. Κυρίλλου. Εἰ γὰρ καὶ ὑπερτίθεται, φησὶν, ὁ Θεὸς τῶν ἁμαρτανόντων τὴν τιμωρίαν, περιμένων αὐτῶν τὴν μετάνοιαν, οὐχ ὡς μεταβεβλημένος ταῦτα ποιεῖ, ἢ καὶ φιλῶν τοὺς ἁμαρτάνοντας, ἀλλὰ καιρὸν αὐτοῖς ἐπιστροφῆς παρέχων Εἰπὼν τῶν ἀδίκων τὴν τιμωρίαν, τοῖς ἀδικηθεῖσιν εἰκότως μακροθυμεῖν παραινεῖ τὴν παρουσίαν ἐκδεχομένοις τοῦ Κυρίου. Ἅμα δὲ καὶ ὅρκων ἀπαγορεύει ἅπτεσθαι, καὶ προσευχῇ καὶ ψαλμῳδίᾳ σχολάζειν, καὶ πίστιν ἔχειν περὶ τοὺς ἱερεῖς τοῦ Θεοῦ καὶ πρὸς ἀλλήλους ἀγάπην, ὡς καὶ δέεσθαι ὑπὲρ ἀλλήλων· καὶ ἡ ἀπόδειξις τῆς ἰσχύος τῆς προσευχῆς ὁ Ἠλίας εἰς μέσον φέρεται· καὶ τελευταῖον, ὅσος ὁ τῶν ἁμαρτωλῶν ἐπιστρεφόντων ὁ μισθός. Πρὸ πάντων δὲ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν, μήτε τὴν γῆν, μήτε ἄλλον τινὰ ὅρκον. Κυρίλλου. Ἔστω ἡ τοῦ βίου ἡμῶν μαρτυρία βεβαιοτέρα ὅρκου. Εἰ δέ τις ἀναιδὴς, μὴ δυσωπούμενος ὑμῶν τῷ βίῳ, τολμᾷ ὑμῖν ἐπαγαγεῖν ὅρκον· ἔστω ὑμῖν τὸ Ναὶ, ναὶ, καὶ τὸ Οὒ, οὒ, ἀντὶ τοῦ ὅρκου. Διὰ τοῦτο κωλύει ἡμᾶς ὀμνύναι κατὰ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἵνα μὴ δῶμεν τῇ κτίσει τὸ ὑπὲρ κτίσιν ἀξίωμα, θεοποιοῦντες αὐτά. Οἱ γὰρ ὀμνύντες, φησὶ, κατὰ τοῦ μείζονος ὀμνύουσιν, ὡς ὁ Ἀπόστολός φησι. IN EPISTOLAM I B. PETRI. Εἰς ὃν, ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ, ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν. Κυρίλλου. Δεινὸν τοίνυν καὶ χαλεπὸν ἡ ἀπιστία,