Ancient Greek
Volume 74
Cyrillus Theol., Fragmenta in Acta apostolorum et in epistulas catholicas 74.1009
Not analysed yet
Ἐπίστευσε δὲ ὁ Ἀβραὰμ τῷ Θεῷ. Κυρίλλου. Γέρας οὖν ἔχει τὴν δικαιοσύνην ὁ πίστει τιμῶν τὸν τῶν ὅλων Θεὸν καὶ Δεσπότην. Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα. Κυρίλλου. Βεβηκότος γὰρ νοῦ καὶ φρενὸς τῆς τελειοτάτης ἀπόδειξις ἐναργὴς, τὸ μηδὲν ἐξίτηλον ἐπὶ γλώσσης ἔχειν, ἤγουν ἀθυροστομεῖν ἀνέχεσθαί ποτε· ἡγεῖσθαι δὲ μᾶλλον τοῦ παντὸς ἄξιον λόγου, εὐηγορεῖν εἰδέναι καὶ λαλεῖν τὰ παντὸς ἐπαίνου μεστά. Χρῆμα δὴ οὖν πρεπωδέστατον ὅτι μάλιστά γε ἐν τοῖς εὐζωεῖν ᾑρημένοις τὸ λαλεῖν σοφίαν· ἀπόβλητον γὰρ ἁγίοις τὸ μωρολογεῖν, καὶ ἀσύνηθες κομιδῇ τὸ κεχρῆσθαί τισιν ἢ εὐτραπελίαις, ἤγουν αἰσχρορημοσύναις, «αἳ οὐκ ἀνῆκον,» καθά φησιν ὁ πάνσοφος Παῦλος. Φίλον δὲ αὐτοῖς, καὶ διὰ σπουδῆς γεγόνασι τούτου, εὐηγορεῖν· διαμέμνηνται γὰρ, κατὰ τὸ εἰκὸς, τῆς ἁγίας λεγούσης Γραφῆς· «Ὁ λόγος ὑμῶν ἐν χάριτι, ἅλατι ἠρτυμένος, ἵνα δῷ χάριν τοῖς ἀκούουσι.» Καὶ πάλιν· Ἀποδέχεται μὲν ἡ θεόπνευστος Γραφὴ τὸ ἐπιεικὲς εἰς λόγους, καταψέγει δὲ μάλα εἰκότως τῆς γλώσσης τὸ ἀκρατές. Ἔφη μὲν γάρ· «Εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ, δυνατὸς χαλιναγωγεῖσθαι καὶ ὅλον τὸ σῶμα.» Ψάλλει δέ που καὶ Δαβίδ· «Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.» Καὶ πάλιν· «Εἶπα· Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου.» Ἀρίστη γὰρ φυλακὴ τὸ ἄπταιστον ἔχειν τὴν γλῶσσαν Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ, καὶ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμου, καὶ κρίνει νόμον. Κυρίλλου. Πᾶν χαλεπὸν ἀποκείρει πάθος τῶν ἡμετέρων διανοιῶν, ὑπεροψίας ἀρχὴν καὶ γέννησιν. Καίτοι γὰρ δέον τινὰς ἑαυτοὺς κατασκέπτεσθαι, καὶ κατὰ Θεὸν πολιτεύεσθαι, τοῦτο μὲν οὐ δρῶσι, πολυπραγμονοῦσι δὲ τὰ ἑτέρων· κἂν ἀσθενοῦντας ἴδωσί τινας, ὥσπερ εἰς λήθην ἐρχόμενοι τῶν ἰδίων ἀῤῥωστημάτων, φιλοψογίας ὑπόθεσιν ποιοῦνται τὸ χρῆμα καὶ καταλαλιᾶς ὑπόθεσιν. Καταψηφίζονται γὰρ αὐτῶν, οὐκ εἰδότες ὅτι, τὰ ἴσα νοσοῦντες τοῖς παρ' αὐτῶν διαβεβλημένοις, ἑαυτῶν κατακρίνουσιν. Οὕτω που καὶ ὁ σοφώτατος γράφει Παῦλος· «Ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις. Τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων.» Ἄγε νῦν οἱ λέγοντες· Σήμερον καὶ αὔριον πορευσώμεθα εἰς τήνδε τὴν πόλιν, καὶ ποιήσωμεν ἐκεῖ ἐνιαυτὸν, καὶ ἐμπορευσώμεθα, καὶ κερδήσωμεν. Κυρίλλου. Οἱ μὲν γὰρ πρὸς ἐμπορίας καὶ τὰς ἐντεῦθεν φιλοκερδείας ἀκορέστως κεχηνότες ὁδοιποριῶν ἀνέχονται μακρῶν, ναυτιλίας καὶ τῶν ἐν αὐτῇ κυμάτων· οἱ δὲ τὴν πεπορισμένην αὐτοῖς δυναστείαν ὅπλον ποιοῦνται τῆς καθ' ἑτέρων πλεονεξίας· ἕτεροι δὲ αὐτὰ ἐκ μοχθηρῶν εὑρημάτων