Ancient Greek
Volume 74
Cyrillus Theol., Fragmenta in Acta apostolorum et in epistulas catholicas 74.773
Not analysed yet
Κυρίλλου. Ἔθος ἀεί πως ἐν ταῖς Ἀλεξανδρέων μάλιστα ναυσὶ πρός γε τῇ πρώρῃ δεξιά τε καὶ εἰς εὐώνυμα γραφὰς εἶναι τοιαύτας. Ἐπειδὴ δὲ ἦν εἰκὸς εἰδωλολατρίας κρατούσης κατ' ἐκεῖνο καιροῦ ἐν ᾧ γεγράφθαι τῇ νηῒ τοὺς Διοσκόρους, ταύτῃ τοι νοεῖν ἀκόλουθον ἀλλόφυλον, τουτέστιν εἰδωλολάτριν. Καθώς που καὶ Ἡσαΐας φησί· «Πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων, θάλασσαν ἅμα προνομεύσουσιν.»