Ancient Greek
Volume 74
Cyrillus Theol., Fragmenta in Acta apostolorum et in epistulas catholicas 74.1008
Not analysed yet
SANCTI CYRILLI FRAGMENTA IN EPISTOLAS CATHOLICAS. IN EPISTOLAM B. JACOBI APOSTOLI. Αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος, κ. τ. λ. Κυρίλλου. Ὑβριστὴς γὰρ ὁμολογουμένως ὁ διακρινόμενος. Εἰ γὰρ μὴ πεπίστευκας ὅτι τὴν σὴν αἴτησιν ἀποπεραίνει, μηδὲ προσῆλθες ὅλως ἵνα μὴ κατήγορος εὑρεθῇς τοῦ πάντα ἰσχύοντος, διψυχήσας ἀβουλήτως. Χρὴ τοιγαροῦν τὴν οὕτως αἰσχρὰν παραιτεῖσθαι νόσον. Θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενὲ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι; Ἀβραὰμ ὁ πατὴρ ἡμῶν, κ. τ. λ. Κυρίλλου ἐκ τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς. Ἐπειδὴ ὁ μακάριος Ἰάκωβος τὸν Ἀβραὰμ λέγει ἐξ ἔργων δεδικαιῶσθαι ἀνενεγκόντα Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον, ὁ δὲ Παῦλος λέγει αὐτὸν ἐκ πίστεως δεδικαιῶσθαι, οὕτω τὴν δοκοῦσαν ἐναντιότητα νοητέον· ὅτι πρὸ μὲν τοῦ ἔχειν τὸν Ἰσαὰκ ἐπίστευσεν, καὶ μισθὸν πίστεως ἔλαβε τὸν Ἰσαάκ· ὅμως καὶ ὅτε ἀνήνεγκε τὸν Ἰσαὰκ ἐπὶ τὸ θυσιαστήριον, οὐ μόνον τὸ ἔργον ἐποίει ὃ προσετάγη, ἀλλὰ καὶ τῆς πίστεως οὐκ ἀπέστη, ὅτι «Ἐν τῷ Ἰσαὰκ μέλλει τὸ σπέρμα αὐτοῦ πολυπληθεῖν ὡς τὰ ἄστρα,» λογισάμενος, ὅτι «Καὶ ἐκ νεκρῶν ἐγεῖραι δυνατὸς ὁ Θεός.» Ὅμως ὁ Παῦλος μάρτυρα τῶν ἰδΐων λόγων καὶ συλλήπτορα ποιεῖται τὸν μακάριον Δαβὶδ, ἄνδρα διαβόητον ἐν εὐσεβείᾳ, καὶ σοφῶς διασκευάζει ὡς ἐν Πνεύματι τὴν διὰ πίστεως ἄφεσιν καὶ διαγγέλλει πᾶσιν ἀνθρώποις· ᾔδει γὰρ ἐν Χριστῷ παρεσομένην κατὰ καιρούς. Βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη; Κυρίλλου. Προσεκόμιζε τὸ λογικὸν ἱερεῖον, καὶ τοῖς τῆς φύσεως νόμοις ἐῤῥῶσθαι φράσας, καὶ τῆς ἀπαραιτήτου φιλοστοργίας πατήσας τὸ κέντρον, καὶ τῶν ἐπιγείων οὐδὲν τῆς εἰς Θεὸν ἀντιπαρεξάγων ἀγάπης.