Ancient Greek
Volume 69
Cyrillus Theol., Fragmenta in libros Regum 69.680
Not analysed yet
ΕΚ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΑΣ ΒΑΣΙΛΕΙΩΝ ΒΙΒΛΟΥΣ ΒΙΒΛΟΣ Αʹ. Καὶ ἔλαβε Σαμουὴλ ἄρνα γαλαθηνὸν ἔνα. Κυρίλλου ἀρχιεπισκόπου Ἀλεξανδρείας. Ὁρᾷς ὅπως μεσίτην ὁμοῦ καὶ τῆς σωτηρίας πρύτανιν ἐποιεῖτο Χριστόν; καὶ τὸ ἐπ' αὐτῷ μυστήριον, ὅπλον οἷάπερ ἀῤῥαγὲς, ταῖς τῶν ἀλλοφύλων ἐφόδοις ἀντανιστὰς σέσωκε τὸν Ἰσραήλ; Ἄρνα γὰρ γαλαθηνὸν ἔθυσεν εἰς τύπον Χριστοῦ, καὶ πάλαι βοῶντος διὰ φωνῆς προφητῶν· Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων. Ἐπιτήρει δὲ ὅπως τῆς θυσίας ἡ δύναμις ἑτοιμότερον πρὸς τὴν ἐπικουρίαν τοῖς ἐπὶ τοῖς κάμνουσιν ἀποτετέλεκεν τὸν Πατέρα. Κατεβρόντησεν γὰρ τῶν δι' ἐναντίας μέγα τι καὶ ἐξαίσιον· καὶ τοῖς προσάγουσι τὴν θυσίαν μισθὸν ἐδίδου τὴν σωτηρίαν εἰς τύπον μυστηρίου τοῦ κατὰ Χριστόν. Καὶ νῦν κατάστησον ἐφ' ἡμᾶς βασιλέα. Κυρίλλου. Ἀπεφοίτησε μὲν ὁ Ἰσραὴλ τοῦ βασιλεύεσθαι παρὰ Θεοῦ διὰ προφητῶν· ἐκαλέσατο δὲ βασιλέα ἄνθρωπον. Ταύτῃ τοι καὶ ἀπώλισθε τῆς ἐν-