Ancient Greek · ~7 min
Volume 69
Cyrillus Theol., Fragmenta in libros Regum 69.681
Not analysed yet
τολῆς· πρῶτος γὰρ Σολομὼν προσεκύνησε τοῖς Βααλείμ· εἶτα μετ' αὐτὸν Ἱεροβοὰμ τὰς δαμάλεις ἀνέστησεν. Καὶ εἶπεν Κύριος πρὸς Σαμουήλ· Ἄκουε τῆς φωνῆς αὐτῶν, κ. τ. λ. Κυρίλλου. Ἐχόντων εὖ τῶν πραγμάτων αὐτοῖς, καὶ ἐν τάξει τῇ παναρίστῃ κειμένων, πικρὰ καθ' ἑαυτῶν οἱ δείλαιοι πεφρονήκασιν. Ἀποσειόμενοι δὲ ὥσπερ τῆς ὑπὸ Θεῷ βασιλείας τὸν ζυγὸν, προσῄεσαν λέγοντες τῷ μακαρίῳ Σαμουήλ· «Κατάστησον ἐφ' ἡμᾶς βασιλέα δικάζειν ἡμᾶς,» καὶ τὰ ἑξῆς· Εἶτα τοῦ μακαρίου Σαμουὴλ τὰ δικαιώματα τοῦ βασιλέως καταγγέλλοντος αὐτοῖς, καὶ πολλοῖς ἄγαν καταπτοοῦντος δείμασιν, ἀφιστάντος δὲ καὶ μάλα γοργῶς τῶν οὔτω σαθρῶν καὶ ἀνοσίων σκεμμάτων, οὐδὲν ἧττον ἐπεφύοντο λέγοντες· «Οὐχὶ, ἀλλ' ἢ βασιλεία ἔσται ἐφ' ἡμᾶς.» Καὶ εἶπεν ὁ Σαοὺλ τῷ παιδαρίῳ, κ. τ. λ. Καὶ τί οἴσομεν; κ. τ. λ. Κυρίλλου, ἐκτοῦ κατὰ Ματθαῖον. Προς[π]έφυκεν ἀεὶ τοῖς ὠφελουμένοις, ἤγουν ὑπὸ τῶν τυχόντων ἡδίστων μετεσχηκόσιν, ἀνταποτιννῦναι θέλειν τὰς κατὰ δύναμιν ἀμοιβὰς, καὶ ταῖς ἰσοστάθμοις ἤγουν καὶ ἔτι καὶ μείζοσιν κατευφραίνειν τιμαῖς· καὶ ἀπόδειξιν τῆς εὐγνωμοσύνης τὴν ἐν τούτοις ἀεί πως ἐπιτηδεύουσι προθυμίαν, οἷσπερ ἂν ἀγαθὸς καὶ εὐγνώμων ἐνυπάρχοι τρόπος. Καὶ ἐκεῖ ἦν ἓν τῶν παιδαρίων τοῦ Σαούλ. —Καὶ ὄνομα αὐτῷ Δωήκ. Κυρίλλου. Γέγονεν ἀνήρ τις Ἰδουμαῖος τὸ γένος, ᾧ ὄνομα Δωήκ. Οὗτος ἀπεστρέφετο παρὰ τοῖς δορυφόροις τοῦ μακαρίου Δαβὶδ, καὶ ἧν κτηνοτρόφος, πλὴν ἀνὴρ πικρὸς καὶ βάρβαρος καὶ οὐδαμόθεν ἔχων τὸ γνήσιον. Περιετύγχανε δὲ λάθρα τῷ Σαοὺλ, καὶ ἀπήγγελλεν αὐτῷ τὰς σκέψεις καὶ πάντα τὰ βουλεύματα· ἐπηγ[γ]έλλετο δὲ κατὰ καιροὺς καὶ παραδώσειν αὐτόν. Καὶ δήποτε θεασάμενος τὸν μακάριον Δαβὶδ εἰσελθόντα εἰς τὸν οἶκον τοῦ Θεοῦ, ὅτε τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, καὶ περιτυχὼν τῷ Ἀβιμέλεχ τῷ ἱερεῖ, ἀπήγγελλε τῷ Σαοὺλ, ὅτι μετ' ὀλίγων ἐστὶ παντελῶς, καὶ δύναται ῥᾳδίως αὐτὸν λαβεῖν ἐπελθὼν, καὶ εὐκόλως χειρώσασθαι. Οὐκοῦν προδέδωκε μὲν ὁ Δωὴκ ἀπαγγείλας τῷ Σαοὺλ, ὅτι συντετύχηκε τῷ Ἀβιμέλεχ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ· διέσωζε δὲ τὸν προφήτην ὁ τῶν ὅλων Δεσπότης, καὶ τῆς ἐκείνου δυστροπίας μάταιον ἐποίει τὸ ἐγχείρημα.