Ancient Greek · ~9 min
Volume 69
Cyrillus Theol., Fragmenta in libros Regum 69.688
Not analysed yet
ριστῶμεν, ἀλλὰ Θεῷ τῷ δι' αὐτῶν τὰ θυμήρη χαρισαμένῳ. Καὶ Ἀχιτόφελ εἶδεν ὅτι οὐκ ἐγενήθη ἡ βουλὴ αὐτοῦ. Κυρίλλου. Κεκράτηκε μὲν ἡ τοῦ Χουσὶ γνώμη· λυπηθεὶς δὲ πρὸς τοῦτο λίαν ὁ Ἀχιτόφελ, βρόχῳ κατέλυσε τὸν βίον, αὐτὸς καθ' ἑαυτοῦ δικαίαν ψῆφον ἐξενεγκών. Καὶ ἔκλαυσε, καὶ οὕτως εἶπεν, κ. τ. λ. Κυρίλλου. Πεπολέμηκε μὲν τῷ μακαρίῳ Δαβὶδ ὁ Ἀβεσσαλὼμ, καὶ ἀδοκήτως τὰ τῆς δυσμενείας ὅπλα κεκίνηκε κατὰ τοῦ φύσαντος ὁ νεανίας· ἑάλω δὲ καὶ ἀπόλωλε. Πλὴν οὐκ ἐπεγάννυτο παθόντι τὸν θάνατον ὁ πατὴρ, ἀλλ' ἐθρήνησεν ὡς υἱόν. ΒΙΒΛΟΣ Γʹ. Καὶ ὁ βασιλεὺς Δαβὶδ πρεσβύτερος προβεβηκὼς ἡμέραις. Κυρίλλου. Ἀφορήτους μὲν ἀγῶνας διενεγκὼν, κατευμεγεθήσας δὲ τῶν ἐχθρῶν, καὶ ἀχείρωτος γεγονὼς τοῖς ἐπιβουλεύουσιν αὐτῷ. Κεκράτηκε γὰρ οὐκ ἀλλοφύλων μόνον, οὐδὲ τὰς τῶν αἱμοβόρων βαρβάρων ἐτρέψατο φάλαγγας, ἀλλὰ γὰρ καὶ τοὺς κατὰ καιρὸν ἀνταίροντας καὶ τοὺς τοῖς ἀνταίρουσιν αὐτῷ συνασπίζοντας. Καὶ δώσεις τῷ δούλῳ σου καρδίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ. Κυρίλλου. Χρὴ γὰρ εἶναι σοφοὺς καὶ τῶν συμφερόντων ἐπιστήμονας, τοὺς ἐθέλοντας δουλεύειν Θεῷ, καὶ νῷ διεγηγερμένους πρὸς τοὺς χρωμένους, καὶ διαδιδράσκειν ἐθέλοντας τοῦ παρόντος βίου τὸν κλύδωνα. Ὥσπερ γὰρ τὰ πλοῖα πηδαλίων μὲν ὄντων αὐτοῖς, κατ' εὐθὺ φέρεται τοῦ σκοποῦ, καὶ τὰς τῶν κυμάτων διαφεύγει προσβολὰς, κἂν ἀγριαίνῃ ποτὲ κατ' αὐτῶν ἡ θάλασσα· πηδαλίων δὲ οὐκ ὄντων, τῇδε κἀκεῖσε διαῤῥίπτεται ῥᾳδίως, καὶ καταμεθύει ταῖς πλάναις, καὶ λίθοις καὶ πέτραις προσβάλλοντα συνθραύεται· οὕτω καὶ ἀνθρώπου ψυχὴ, ἀγαθαῖς μὲν φρεσὶ διοικουμένη, διαφεύξεται ῥᾳδίως τὸν χειμάζοντα Σατανᾶν· ἀπράκτους δὲ οὕτως ἀποφαίνει καὶ τὰς τῶν ἐπιβουλευόντων αὐτῇ κακουργίας. Καρδία δὲ οὐκ ἔχουσα σοφίαν, χαλεπὸν ὑπομένει τὸ ναυάγιον. Καὶ ἤρεσεν ἐνώπιον Κυρίου, κ. τ. λ. Κυρίλλου. Καὶ ἤρεσε, φησὶν, ἐνώπιον Κυρίου ὅτι ᾐτήσατο Σολομὼν τὸ ῥῆμα τοῦτο· ἐπῃνέθη μὲν οὐ μετρίως, ἠξιώθη δὲ τοῦ χαρίσματος. Κατένευσε γὰρ αὐτῷ πλουσιόδωρος ὢν ὁ τῶν ὅλων Δεσπότης· ἐπινεύει γὰρ ὁ Θεὸς προθύμως τοῖς αἰτοῦσι καλῶς. —Δῶρον γὰρ ἀληθῶς ἐξαίρετον παρὰ Θεοῦ σοφία τέ ἐστι καὶ σύνεσις· τοῖς οὕτω λαμπροῖς ξενίοις καταφαιδρύνεται καὶ αὐτὴ τῶν ἀγγέλων ἡ φύσις, καὶ τῶν ἄνω καὶ ἐν οὐρανοῖς πνευμάτων ἡ μακαρία πληθύς. Τί γὰρ ἂν γένοιτο κτῆμα ψυχῆς ἕτερον παρὰ τοῦτο; Ἆρα χρυσὸς καὶ ἄργυρος; Ἀλλὰ τοῦτό ἐστιν οὐδὲν πρὸς ἡμᾶς, ὅτι καὶ πρόσκαιρά ἐστι καὶ παραλυόμενα καὶ εὐαπόβλητα παντελῶς, καὶ οὐδὲν ὠφελεῖν ἰσχύοντα