Ancient Greek
Volume 69
Cyrillus Theol., Fragmenta in libros Regum 69.685
Not analysed yet
πρὸς Ἀβεσσαλὼμ, τὴν ἁμαρτίαν γενέσθαι παρὰ τοῦ μακαρίου Δαβὶδ, τὴν εἰς Οὐρίαν φημὶ, θρῦλος ἦν ἀνὰ πᾶσαν, ὡς ἔπος εἰπεῖν, τὴν Ἰουδαίων χώραν, καὶ ὑποψίαν τινὲς οὐκ ἀπιθάνως ἔχοντες περὶ αὐτοῦ· ᾤοντο γὰρ αὐτὸν τῶν εἰς Οὐρίαν πλημμελημάτων πράττεσθαι δίκας· καὶ ἐν προσκρούσει δὲ γεγονότα τῇ παρὰ Θεῷ, τοῖς ἐθέλουσι κᾆτα δὴ οὖν εὐάλωτον ἔσεσθαι, καὶ πανταχοῦ νοσοῦντα τὸ ἄναλκι. Διασκέδασον δὴ τὴν βουλὴν Ἀχιτόφελ. Κυρίλλου. Διασκέδασον, φησὶ, τὴν βουλὴν Ἀχιτόφελ, Κύριε ὁ Θεός μου. Ἦν γὰρ ὁ Ἀχιτόφελ βαθὺς καὶ πικρὸς καὶ πολυγνώμων, καὶ ὁδοὺς ἀνευρεῖν ἱκανὸς ἐφ' ἑκάστῳ πράγματι, καὶ πρός γε τοῦτο στρατηγικώτατος. Ἐδεδίει τοίνυν μάλιστα τῶν ἄλλων τὸν Ἀχιτόφελ, διὰ τὸ πικρὰς εἰσφέρειν ἀεὶ γνώμας, καὶ τὸ εἰδέναι στρατηγεῖν. Καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτῷ Χουσί. Κυρίλλου. Ἔνα ὑπάρχοντα τῶν ἑαυτοῦ φίλων τὸν Χουσὶ, πείθει προσποιήσασθαι τὴν ἀπόστασιν τὴν ἀπ' αὐτοῦ, καὶ τὸ προσκεκλῆσθαι θέλειν τὸν Ἀβεσσαλὼμ, ἵνα ταῖς τοῦ Ἀχιτόφελ λεληθότως μάχηται συμβουλαῖς ὃ δὴ καὶ γέγονεν. Καὶ οὔτως ἔλεγε Σεμεῖ ἐν τῷ καταρᾶσθαι αὐτόν. Κυρίλλου. Ὑβρίσας Σεμεῒ καὶ πικραῖς αὐτὸν μονονουχὶ κατασφενδονήσας φωναῖς, οὐδὲν ὑπ' αὐτοῦ τῷ τηνικάδε παθὼν ἀπηλλάττετο· εἰ καὶ δυσχερεῖς μετὰ τοῦτο καὶ τὰς αὐτῷ πρεπούσας ἐκτέτικε δίκας· πλὴν ὅτι διεκαρτέρησεν ὁ Δαβὶδ, καὶ παρατρυνόντων αὐτὸν πολλῶν, τοῦ παντὸς ἀξίαν ἡγεῖτο τὴν σιωπὴν, ἐκ πολλῆς ἄγαν καὶ ἀξιαγάστου συνέσεως. Ἐνενόει γὰρ ὅτι διά τοι τοῦ προσκεκροῦσθαι Θεῷ, δέδοταί πως εἰς μάστιγας, καὶ μοῖραν εἶναι κατελογίζετο τῆς πληγῆς, τοὺς παρά τινων ὀνειδισμοὺς τωθασμούς τε καὶ γέλωτας. Ἔνθα γὰρ ἀποστροφὴ Θεοῦ καὶ ἐγκατάλειψις, κἂν γοῦν ἡ μετρία γένοιτο κατά τινος, ἐκεῖ που πάντως ἔσται καταλυπεῖν εἰωθότα πολλὰ καὶ πικρά. Ὅτι Κύριος εἶπεν αὐτῷ καταρᾶσθαι τὸν Δαβίδ. Κυρίλλου. Τούτου μέμνηται ἐν τῷ ληʹ ψαλμῷ· φησὶν, «Ὄνειδος ἄφρονι ἔδωκάς με.» Καὶ εἶπεν Ἀχιτόφελ πρὸς Ἀβεσσαλὼμ, κ. τ. λ. Κυρίλλου. Ὁ μὲν Ἀβεσσαλὼμ φεύγοντα τὸν πατέρα διώκειν ἤθελε· καὶ ὅτι χρὴ τοῦτο πράττεσθαι, νεανικῶς συνεβούλευεν Ἀχιτόφελ. Ὁ δέ γε Χουσὶ πιθανῶς αὐτὸν ἀφιστὰς τῆς τοῦ πατρὸς ἀγριότητος ἐπιδεῖν, οὐχ ἁπλῶς εὐθυδρομῆσαι πρὸς τοῦτο, προετοιμάσασθαι δὲ μᾶλλον τὴν ἀρκοῦσαν χεῖρα, καὶ στρατιωτῶν ὄχλον συνενεγκεῖν, διὰ τὸ εἶναι δυνατὸν καὶ ἐμπειροπόλεμον καὶ τῶν ὅτι μάλιστα μαχιμωτάτων τὸν μακάριον Δαβίδ. Καὶ ἔλαβεν ἡ γυνὴ καὶ διεπέτασε τὸ ἐπικάλυμμα, κ. τ. λ. Κυρίλλου. Οὐκοῦν κἂν δι' ἀνθρώπων ἔσθ' ὅτε συμβαίνῃ τινὰ χρηστὰ, μὴ ἐκείνοις μᾶλλον εὐχα-